PG 41, col. 560

τις εἴη, καὶ τὸν ὑφῗ οὗ τέθειται τὸν νομοθέτην, ρηο
θησομένων ἡμῖν τὰς ἀποδείξεις ὲκ τῶν τοῦ Σωτῆρος
ἡμῶν λόγων παριστῶντες, δι’ ὧν μόνον ἐστιν ἀπταί-
ττως ἐπὶ τὴν κατάληψιν τῶν ὄντων ὁδηγεῖσθαι.
A'. Πρῶτον οὖν μαθητέον, ὅτι. 6 σύμπας ἐκεῖνος
νόμος 6 περιεχόμενος τῇ Μωσέως Πεντατεύχῳ ού
πρὸς ἑνός τινος νενομοθέτηται, λέγω δὴ, οὐχ ὑπὸ
μόνου Θεοῦ, ἀλλ’ είσί τινες αὐτῶν προστάξεις καὶ
ὐπ’ ἀνθρώπων τεθεῖσαι, καὶ τριχῆ τοῦτον διαιρεῖ-
σθαι oi τοῦ Σωτῆρος λόγοι διδάσκουσιν ἡμᾶς. Εἰς τε
γὰρ αὑτὸν τὸν Θεὸν, καὶ τὴν τούτου νομοθεσίαν·
διαιρεῖται δὲ καὶ είς τὸν Μωσέα, ού καθ’ αὐτὸ ⁸ δι’
αὑτοῦ νομοθετεῖ 6 Θεὸς, ἀλλά καθά ἀπὸ τῆς ίδίας
ἐννοίας ὁρμώμενος καὶ 6 Μωσῆς ὲνομοθέτησέ τινα ·
καὶ εἰς τοὺς πρεσϐυτέρους ,τοῦ λαοῦ διαιρεῖται, καὶ
πρῶτοι εὑρίσκονται ἐντολάς τινας ἐνθέντες ἰδίας.
Πῶς οὖν τοῦτο οὕτως ἔχον ἐκ τῶν τοῦ Σωτῆρος
δείκνυται λόγων, μάθοις δ’ ἂν ἤδη. Διαλεγόμενὸς
που 6 Σωτὴρ πρὸς τοὺς περὶ τοῦ ἀποστασίου συ-
ζητοῦντας αὐτῷ, ὃ δὴ ἀποστάσιον ἐξεῖναι ὲνενομο-
θέτητο, ἔφη αὐτοῖς, ὅτι Μωυσῆς πρὸς τὴν σκλη-
ροκαρδίαν (98) ὑμῶν ἐπέτρεψε τὸ ἀπολύειν τὴν
γυναῖκα αὑτοῦ. Ἀπ’ἀρχῆς γὰρ οὐ γέγονεν οὕτως.
Θεὸς γὰρ, φησὶ, συνέζευξε ταύτην τὴν συζυγίαν·
καὶ, Ὅ συνέζευξεν ὀ Κύριος, ἅνθρωπος μὴ χωριζέ-
τω, ἔφη. Ἐνταῦθα ἕτερον μὲν τοῦ Θεοῦ δείκνυσι νόμον,
τὸν κωλύοντα χωρίζεσθαι γυναῖκα ἀπὸ τοῦ ἀνδρὸς
αὐτῆς,’έτερον δὲ τὸν τοῦ Μωῦσέως, τὸν διὰ τὴν σκλη-
ροκαρδίαν ἐπιτρέποντα χωρίζεσθαι τοῦτο τὸ ζεῦγος.
Καὶηδὴ κατὰ τοῦτο ἐναντία τῷ Θεῷ νομοθετεῖ 6
Μωσῆς. Ἐναντίον γάρ ἐστι τῷ μὴ διαζευγνύναι.
Ἐὰν μέντοι καὶ τὴν τοῦ Μωῦσέως γνώμην, καθ’ ῆν
τοῦτο ἐνομοθέτησεν, εξετάσωμεν, εὑρεθήσεται τοῦτο
ού κατά προαίρεσιν ποιήσας τὴν ἑαυτοῦ, ἀλλὰ κατά
ἀνάγκην διὰ τὴν τῶν νενομοθετημένων ἀσθένειαν.
Ἐπεὶ γὰρ τὴν τοῦ Θεοῦ γνώμην φυλάττειν οὐκ ἠδύ-
ναντο οὗτοι, ὲν τῷ μὴ ἐξεῖναι αὐτοῖς ἐκϐάλλειν τὰς
γυναῖκας αὐτῶν, αἵτινες ⁸ αὐτῶν ἀηδῶς συνῴκουν,
καὶ ἐκινδύνευον ὲκ τούτου ἐκτρέπεσθαι πλέον εἰς
ἀδικίαν, καὶ ὲκ ταύτης εἰς ἀπώλειαν, τὺ ἀηδὲς τοῦτο
βουλόμενος metu αὐτῶν 6 Μωῦσῆς, δι’ οὗ καὶ
ἀπόλλυσθαι ἐκινδύνευον, δεύτερόν τινα ὡς κατά
περίστασιν ἦττον κακὸν ἀντὶ μείζονος ἀντικαταλλασ-
σόμενος, τὸν τοῦ ἀποστασίου νόμον ἀφ’ ἑαυτοῦ svo-4
μοθέτησεν αὐτοῖς ⁸ ἵνα, ἐὰν ἐκεῖνον μὴ δύνωνται φυ-
λάττειν, κᾶν τοῦτόν γε φυλάξωσι, καὶ μὴ εἰς ἀδικίας
καὶ κακίας ὲκτραπῶσι, δι’ ὧν ἀπώλεια αὐτοῖς
ού καθὰ αύτός. ⁵ F. αἷς τινες.
ribus catholici interpretes ad Matth. xix disputare
solent : quorum commentarios consulere quisque
potest.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.