PG 41, col. 663
Ε’. Ἀρα γοῦν οὗτος 6 Ἰούδας, πατὴρ αὐτῶν γε-
νόμενος, κατὰ τὴν ἀρνησιθεῖαν καὶ προδοσίαν Σατα-
νᾶς ὑπάρξας καὶ διάϐολος, οὐ τῇ φύσει, ἀλλὰ τῇ
γνώμῃ, υἱὸς γεγένηται οὗτος τοῦ Κάῖν κατὰ μίμησιν
τοῦ ἁνθρωποκτόνου καὶ ψεύστου ο ἐπειδὴ καὶ 6 πα-
τὴρ αὐτοῦ πρὸ αὐτοῦ ψεύστης ἦν, οὐχ 6 Ἀδὰμ,
ἀλλ’ 6 διάϐολος ⁸ οῦ τὴν μίμησιν ἔσχεν ὲν τῇ ἀδελ-
φοκτονίᾳ, μίσει, καὶ τῷ ψεύδει, καὶ πρὸς Θεὸν ἀνο
τιλογίᾳ, τῷ λέγειν, Μὴ φύλαξ εὶμί τοῦ ἀδελφοῦ
μου; Οὐκ οἶδα ποῦ ἐστιν. Οῦτω καὶ 6 διάϐολος τῷ
κυρίῳ φησί · Μὴ δωρεὰν σέϐεται Ἰὼϐ τὸν Geor; Β
Ἐπειδὴ γὰρ αὐτὸς 6 διάϐολος τῷ ψεύδει ἀπατᾷ τὴν
Εὕαν καὶ τὸν Ἀδάμ, ἕτερα ἀνθ’ ἑτέρων λέγων, καὶ
φιλίαν προσποιητὴν ἐνδεικνύμενος, ὅτι Ἕσεσθε ὡς
θεοὶ, καὶ οὐκ ἀποθανεῖσθε’ τοῦτον μιμούμενος 6
Κάίν, προσχήματι φιλαδελφίας ήπάτα τὸν ἀδελφὸν,
λέγων “ Διέλθωμεν είς τὸ πεδίον. Διὰ τοῦτο καὶ 6
ἅγιος Ἰωάννης εἶπεν Ὀ μισῶν τὸν ἀδελφὸν αὺ-
τοῦ, οὗτος οὐ ⁵τετελείωται ὲν τῇ ἀγάπῃ, ἀλλ’ ἐκ
τοῦ Κάιν ἐστίν ο ὅτι ἀπέκτεινε τὸν ἀδελφὸν αὐ-
τοῦ. Καὶ διὰ τί αὐτὸν ἀπέκτεινεν · Ὅτι ἦν πο-
νηρὰ τὰ ἔργα αὐτοῦ · καὶ ἐζήλωσε τὰ ἔργα αὐτοῦ,
ὄτι ἦν καλά. Οὕτω καὶ οὗτοι, μᾶλλον φθονοῦντες τῷ
Ἀϐελ, τῷ καλὰ ἔχοντι ἔργα, τὸν δὲ Κάῖν τιμῶντες,
πῶς οὐδε· ελέγχονταιῖδιαρῤήδην τοῦ Σωτῆρος λέγονο c
τος, καὶ ἀπότομον ἀπόφασιν ὁρίζοντος αὐτοῖς, ὅτι
Ζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης πᾶν αἷμα
δίκαιον ἀπὸ Ἅϐελ τοῦ δικαίου τὸ ἀπ’ ἀρχῆς ἐκ·
κεχυμένον ἕως Ζαχαρίου τοῦ προφήτου, οὗ ἀπ-
εκτείνατε μέσον τοῦ ναοῦ καί τοῦ θυσιαστηρίου ,
καὶ τὰ ἑξῆς ;
εἷ’. Οὐκ ἄρα τοίνυν, ὡς οὗτοί φασι, διὰ γνῶσιν 6
Ἰούδας παρέδωκε τὸν Σωτῆρω οὐδὲ Ἰουδαῖοι μισθὸν
_ ἔχουσι σταυρώσαντες τὸν Κύριον, καίτοι γε διὰ σταυ-
ροῦ ἐχόντων ήμῶν τὴν σωτηρίαν. Οὔτε γὰρ παρέδω-
κεν αὐτὸν 6 Ἰούδας, ἵνα γένηται ήμτν είς σωτηρίαν·
ἀλλὰ κατ’ ἄγνοιαν, ζῆλον, καὶ φιλαργυρίαν ἄρνησι-
θετας. Κάν τε γὰρ εἴπῃ ἡ Γραφὴ τὸν Χριστὸν μέλ-
λοντα σταυρῷ παραδίδοσθαι, ἢ κᾶν εἴποι ή θεία Γρα-
φὴ τὰὲπ* ἐσχάτῳ ί τῶν ἡμερῶν δι’ ἡμῶν ἐπιτελού-
μενα ἀτοπήματα, οὐ πάντως εὖροι ἄν τις ἡμῶν τῶν
τὰ παράνομα πραττόντων ἀπολογίαν, τὴν τῆς Γραφῆς
μαρτυρίαν προφέρων, προθεσπιζούσης ταῦτα ἔσεσθαι.
Οὐ γὰρ ὅτι εἶπεν ή Γραφή, ποιοῦμεν· ἀλλ’ ὅτι ἐμέλ-
λομεν ποιεῖν, προεῖπεν ή Γραφὴ, διὰ τήν τοῦ Θεοῦ
πρόγνωσιν, καὶ ἵνα Θεὸς, ἀγαθὸς ὑπάρχων, ἐπιφέρων
δὲ τὴν ὀργὴν κατὰ τῶν ἁμαρτανόντων, μὴ ὑποληφθῇ
πάθει συνεχόμενος. Ἠ γὰρ καθ’ ἕκαστον τῶν ἁμαρ-
τανόντων παρὰ Θεοῦ ὀργὴ οὐκ ἀπὸ πάθους ὁρμᾶται.
’Λπαθὲς γὰρ τὸ Θεῖον ο ἐπιφέρει δὲ τὴν ὀργὴν κατ’
ἄνθρωπον ¹, οὐ πάθει ληφθὲν ἀγανακτήσεως, οὐδὲ
ὀργῇ ἡττηθὲν καί κρατούμενον. Δείκνυσι γὰρ τὸ ἀπα-
ξ 1⁴’. ἐσχάτων.- ξιτ. ἀνθρώπων. ³ Matth. XXVI,
⁷ Gen. tv,'9. ‘ Job ι, 9. "Gen. ιιι,4, 5.
,³⁸ Gen