PG 41, col. 840

ἐτελεύτα Ἰουστῖνοςὸ ἆγιος, ὥσπερ ¹ τυφλὸς χειραγω-
γούμενος ὑπὸ τοῦ χειραγωγοῦ καταλειφθείη, καὶ κα-
ταλειφθεὶς ἐπὶ κρημνὸν ἑαυτὸν ἐκδοὺς διὰ τὴν προσ-
οῦσαν αὐτῷ τύφλωσιν, καταφέρεται ἀνεπισχέτως,
’έως εἰς θάνατον κατενεχθείη · οὕτω καὶ αὑτός.
Καὶ ἦν μὲν Σύρος τὸ γένος, ὼς ἡ εἰς ἡμᾶς ἐλθοῦσα
γνῶσις περιέχει· τὺ δέ αὑτοῦ διδασκαλεῖον προεστή-
σατο ἀπ’ ἀρχῆς μὲν ἐν τῇ Μέση τῶν ποταμῶν ὡς
περὶ τὸ δωδέκατον ἔτος (92) Ἀντωνίνου τοῦ Εύσεϐοὖς
Καίσαρος ἐπικληθέντος. Ἀπὸ Ῥώμης γὰρ μετὰ τὴν
τοῦ ἁγίου Ἰουστίνου τελείωσιν διελθὼν ἐπὶ τὰ τῆς
Ἀνατολῆς μέρη, καὶ ἐκεῖσε διατρίϐων, κακῇ διανοίᾳ
περιπεσὼν, αἰῶνας τινας κατὰ τοὺς μύθους Οὐαλεν-
τίνου, καὶ ἀρχάς τινας, καὶ προϐολὰς καὶ αὐτὸς είσ-
ηγήσατο · τὸ δὲ πλεῖστον τοῦ αὑτοῦ κηρύγματος ἀπὸ
Ἀντιοχείας τῆς πρὸς, Δάφνην, καὶ ἐπὶ τὰ τῶν Κιλί-
κων μέρη, ἐπὶ πλεῖον δὲ ἐν τῇ mansa; ἐκράτυνεν.
Ἀπὸ τούτου γάρ κατὰ διαδοχὴν οἱ Ἐγκρατῖται λεγό-
μενοι τοῢ ίοῢ μετεσχηκότες ὑπάρχουσι. Λέγεται δὲ
τὸ διὰ τεσσάρων Εὑαγγελίων ὑπ’ αὐτοῦ γεγενῆσθαι,
ὅπερ κατὰ Ἑϐραίους τινὲς καλοῦσι.
B'. Τὰ αὐτὰ δὲ ταῖς παλαιαῖς αἱρέσεσι καὶ οὗτος
δογματίζει. Καὶ πρῶτον μὲν φάσκει μὴ σώζεσθαι
τὸν Ἀδάμ. Ἐγκράτειαν δέ οὗτος κηρύττει. Τὸν δὲ
γάμον πορνείαν καὶ φθορὰν ἡγεῖται· φάσκων μηδὲν
διαλλάττειν πορνείας τὸν γάμον, ἀλλὰ τὸ αὐτὸ εἶναι.
Ὅθεν ἐν τῷ προσχήματι τῆς ἐγκρατείας καὶ τοῦ
ἐγκρατητικοῦ ήθους κυϐευτικὴν ἔσχε τὴν ἀγωγήν ·
ὡς λύκος ἅρπαξ ἐνδυόμενος προϐάτου κώδιον, καὶ
πλανῶν τῷ προσχήματι τοὺς ἀπατωμένους. Μυστη-
ρίοις δὲ ὡσαύτως κέχρηται κατὰ μίμησιν τῆς ἁγίας
Ἐκκλησίας · ὕδατι δὲ μόνῳ χρώμενος ἐν τοῖς αὐτοῖς
μυστηρίοις. Πεσεῖται δὲ καὶ οὗτος κατὰ πάντα τρό-
πον, άσύστατον ἔχων τὸ κήρυγμα.
Ἤδη δὲ καὶ οὗτος κατασϐεσθεὶς, οἶμαι, ἔληξε καὶ
τδ τούτου διδασκαλεῖον. Πόθεν γὰρ οὐκ ἐλεγχθήσεται
ὁ τοιοῦτος; Πρῶτον μὲν γὰρ κατὰ τά ἄνω ἡμῖν προ-
δεδηλωμένα, καὶ πρὸς τὰς οὕτω φασκούσας αἱρέσεις,
ὅτι ἀδύνατον εἶναι πολλὰς ἀρχὰς γεννητικὰς τῶν
spiritus vehementius in eosdem illos 'errores cmpit
i_IIcuilibere._ ll_yg_ino vero demum mortuo primitiis
dogma cerdoni's'interpolasse Mareionem nuilo modo
censeo. Haec de Jus'tini ac Marcionis temporibus
habui quae dicerem. Dicent alii fortasse meliora“;
nam nostris illis non adeo confidimus, ut non af—v
fer_rj_certiora posse speremus.
(92) Ὠς περὶ τὸ δωδέκατον ἔτος. Consentaneus
error est ei, quem paulo antea refutavimus. sul:
Adriano passum esse—Justinum. Quod cum falsum
sit. perinde falsum est sub Antonino Pio, videlicet
post Justini obitum, scholam erroris aperuisse Ta-
tianum, quod sub Marco Aurelio facere potuit.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.