PG 41, col. 841

κατὰ διαδοχὴν γεννωμένων. Δἱ γὰρ οὐσαι πολλαὶ καὶ
μία ἐκ τῆς μιᾶς ὑπάρχουσαι, ἐκ τῆς οὕσης μιᾶς
αἰτίας τῶν παθῶν εὐρεθήσονται· καὶ οὐκέτι πολλαὶ
ἀρχαὶ, ἀλλʼ ἢ μία ἡ τούτων αἰτία γεγονυῖα· καὶ
ἀναχθήσεται πάντα εἰς τὴν μίαν μοναρχίαν καὶ
διέπεσεν ἡ τοῦ τοιούτου πιθανολογία, καὶ οὐκ ἀλή-
θεια, οὕτε τὴν πιιθανολογίαν δυναμένη ἐχειν. Μωρὸν
γὰρ τὸ ὅλον κήρυγμα. Καὶ εἰ ὁ Ἀδὰμ οὐ σώζεται,
τὸ φύραμα, οὐδέ τι τοῦ φυράματος σώζεται . Εt
γὰρ ὁ πρωτόπλαστος καὶ ἐξ ἀθίκτου γῆς γενόμενος
σωτηρίας οὐ μεθέξει, πῶς τὰ ἐξ αὐτοῦ γεγεννημένα
μεθέξει σωτηρίας;
terra formatus, salutis minime est paticeps, quæ ab eodem orta sunt quo tandem pacto salutem ob-
tinebunt?
Τ. Κατὰ γὰρ δύο τρόπους εὐρεθήσεται καθʼ ἑαυ-
τοῦ λέγων· φάσκει γὰρ τὸν γάμον εἶναι οὐκ ἐκ τοῦ
Θεοῦ, ἀλλὰ πορνείας εἶναι αὐτὸν καὶ μῦσος, καὶ
ἑαυτὸν γάμου ὑπάρχοντα, καὶ ἐκ γυναικὸς γεγεννη-
μένον, καὶ ἐκ σπορᾶς ἀνδρῶν ἡγεῖται σώζεσθαι. Ἀρα
οὖν πάλιν ἀνέλυσε τὴν αὐτοῦ κατὰ τοῦ γάμου βλασ-
φημίαν. Εἰ γὰρ οὗτος ἐκ γάμων ὑπάρχων σωτηρίαν
ἐξει, ἄρα οὐ βδέλυγμα ὁ γάμος, ὁ γεννῶν τοὺς τῆς
σωτηρίας μετέχοντας, οἴῳ δʼ ἂν θέλοι τρόπῳ λέγειν.
Κἰ δὲ συσταίη κατʼ αὐτῶν λόγος, Ὁτι ἀθέμιτός ἐστιν
ὁ γάμος· ἄρα μᾶλλον ὁ Ἀδὰμ σωθήσεται, μὴ ἀπὸ
γάμου ὀρμώμενος. ἀλλʼ ἐν χειρὶ Πατρὸς καὶ Υἱοῦ
καὶ ἀγίου Πνεύματος πεπλασμένος, κατὰ τὸ γεγραμ-
μένον ⁵ ὑππʼ αὐτοῦ τοῦ ἀγίου Πατρὸς πρὸς τὸν Υἱὸν,
ὅτι Ποιήσωμεν ἄνβρωπον κατʼ εἰκόνα ἡμετέραν
καὶ καθʼ ὀμοίωσιιν. Πῶς δὲ οὐ σώζεται ὁ Ἀδὰμ, ὁ
παρὰ σοὶ ἀπελπιζόμενος, ὀπότε αὐτὸς ὁ Κύριος
ἡμῶν Ἰησοῦς Χριστὸς, ἐλθὼν εἰςτὸν κόσμον, νεκροὺ.
μετὰ τὴν τελευτὴν ἐγείρει ἐν αὐτῷ τῷ σώματι, ὡς
τὸν Λάζαρον, καὶ υἱὸν τῆς χήρας, καὶ τὴν θυγατέρα
τοῦ Ἀρχισυναγώγου; Καὶ εἰ αὐτὸς οὐκ ἦν ὁτὸν Ἀδὰμ
πλάσας ἐκ χοὸς ἀπʼ ἀρχῆς, πῶς πτύσας χαμαὶ
ἐποίησε πηλὸν, καὶ ἐπέθετο ἐπὶ τοὺ, ὀφθαλμοὺς τοῦ
τυφλοῦ τοῦ ἐκ γενετῆς, καὶ ἐποίησεν αὐτὸν βλέπειν;
Τνα δείξῃ ἐαυτὸν μὲν εἶναι τὸν Πλάστην σὺν τῷ Πα-
τρὶ καὶ τῷ ἀγίῳ Πνεύματι, καὶ τὸ ἐλλιπὲς μέρος ἐν
τῷ ἀπὸ γενετῆς γεγεννημένῳ τυφλῷ διὰ τοῦ πηλοῦ
προστιθεὶς τῷ λείποντι τόπῳ· διορθώσεως γὰρ ἔνε-
κεν τοῦ λείποντος μέρους φαίνεται τοῦτο πεποιηκέ-
ναι. Εἰ δὲ πάλιν αὐτός ἐστιν ὁ Κύριος Ἀδὰμ πλάσας,
καὶ αὐτὸν τὸν πρωτόπλαστον ἀπολλύει,τοὺς δὲ ἄλλους
σώζει, ὦ πολλή σου ματαιοφροσύνη, Τατιανέὶ Ἀδυ-
ναμίαν γὰρ τῷ Κυρίῳ κατὰ δύναμιν προσάπτεις, τῷ
δυναμένῳ τὸν πρωτόπλαστον αὐτοῦ, διὰ μίαν παρα-
κοὴν ἐκβεβλημένον τοῦ παραδείσου, καὶ παιδείας οὐ
τῆς τυχούσης μετασχόντα, ἐν ἱδρῶτι καὶ καμάτῳ
διατετελεκότα, καὶ κατέναντι τοῦ παραδείσου κατ-
ῳκηκότα, ὅπως μνημονεύοι τῆς ἀγαθῆς διὰ τῆς εἰς
μνήμην μετανοίας σώζειν· ἢ δυναμένῳ μὲν, μὴ
ἐλεοῦντι δέ. Διʼ ἢν τοῦ νῦν αἰτίαν ⁴ ἄχρι τῶν κατα-
χθονίων Χριστὸς κατῆλθε; Τίνι τῷ λόγῳ τὸ τριήμε-
ρον κοιμηθεὶς πεπονθὼς ἀνέστη; Πῶς δὲ πληροῦται,
. πάντων. ⁵ Deest repetitum οὐ σώζεται, vel leg. οὐ δὲ τὸ φυράματος.
⁵ Cen. , 26. Josn. XI, 43. Luc. v, 14. ⁵ Marc. v, 41. Joan. α, 1 sqq.
τίνα δὲ αἰτίαν.
Pεrsoι. Gu. XXI.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.