PG 42, col. 733

ἐστιν αύτῷ ἀδελφὸς δεύτερος, διότι μονογενής. Οὕτω
καὶ ἐπὶ τῆς ἐνσάρκου παρουσίας ἀεὶ καὶ⁵ πρωτότοκός
ὲστι Μαρίας ο ἀλλά μονογενὴς τῇ Μαρίᾳ πέφυκε, μὴ
ἔχων δεύτερον ἀδελφὸν ἀπ’ αὐτῆς. Καὶ παύσωνται oi
καθ’ ἑαυτῶν μεμηχανημένοι τὰ βλαϐερὰ μᾶλλον ἥπε ρ
τὰ πρὸς ὠφέλειανο μὴ παρακαλῶ. Ὀ τιμῶν Κύριον,
τιμᾷ καὶ ἅγιον ° ὀ δὲ ἀτιμάζων ἅγιον ἀτιμάζει καὶ τὸν
ἑαυτοῦ Δεσπότην. Ἔστω Μαρία παρ’ ἑαυτῇ ἠ ἁγία
Παρθένος, τὸ ἅγιον σκεῦος. Ταῦτα γὰρ τὰ πρὸς βλά-
ϐην ἡμᾶς οὐκ ὠφελεῖ · ἡμᾶς δὲ δεῖ σεμνότερον δια-
νοεῖσθαι, ἴνα μὴ ὑψαυχενίαν κτησώμεθα,ἢ διχόνοιαν,
ἢ περιττολογίαν. Περὶ παντὸς γάρ ἀργοῦ λόγου λόγον
δώσομεν, κατὰτὸ γεγραμμένον. Ἑαυτοὺς μεριμνή-
σωμεν · τὰ ἑαυτῶν ἐπισκεψώμεθα ο μὴ τὰ ἑαυτῶν είς
τοὺς ἁγίους ῥίψωμεν ο μὴ ἀφ’ ἑαυτῶν τὰ τῶν ἁγίων
διασκεψώμεθα.
ctum aderunt: nosque adeo honorificentius de illa sentire par est, ne in animi insolentiam, aut
discordiam, aut supervacaneam loquacitatem incidamus. Quippe de omni otioso verbo rationem,
ut scriptum est, reddituri sumus ². Ergo nos ipsos curemus , rerum nostrarum sataganms , neve
qua: nostri propria sunt, in sanctos proleraums. aut ex nobis ipsis qua: ad illos pertinent, metiri velimus.
KB’. Πάντως γάρ βιαζόμενοί τινες, καὶ ἐπὶ τὸ λα-
γνιαίτε ρον τ ρεπόμενοι,καὶ ἐν αὐτοῖς ἔχοντες φθοριμαίαν
ὑπόνοιαν, βούλονται καὶτοὺς ἁγίους χραίνειν, εἰς εύ-
λογον ἀπολογίαν τῆς ἑαυτῶν κακῆς καὶ ’ἀσθενοῦς
ὑπονοίας· πρὸς οὒς ὁ Ἀπόστολός φησιν’ Ἦθελον
μὲν πάντας εἶναι ὡς ἐμαυτόν. Τὸ δὲ, ἐμαυτὸν,
cui); ἄρα λέγει ἀλλ’ ἢ διὰ τὸ ἁγνεύειν ; Διά δὲ τὰς
πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω.
Ὑπεξῃρέθη δὲ ἡ ἀντωνυμία ο ἐλεγκτικῶς γὰρ εἶχε
καὶ ὲπιστρεφέστερον. Εἶχε γάρ εἰπεῖν, διὰ τὰς πορ-
νείας ὑμῶν. Τὸ, ὑμῶν, τοίνυν περιεῖλεν, ἵνα μὴ δόξῃ
είς ὕϐριν τινῶν τοῦτο εἰρηκέναι, Ἐρρέθη δὲ εἰς κα-
τάκρισίν τινων τῶν μὴ θελόντων Θεῷ σχολάζειν, μετὰ
τὸ κατά τὸν νόμον βιοῦν , καὶ εὐλόγως ἐπιγνῶναι τὸ
αὖτοῦ σκεῦος είς παιδοποιίαν ο ὼς καὶ οἱ ’παλαιοὶ⁵ πα-
τέρες ἡμῶν τούτῳ τῷ είδει κέχρηνται· ὼς καί που
εὑρήκαμεν λέγουσαν τὴν Γραφήν· Ῥεϐέκκα δὲ ἐξ
ἐνὸς κοίτην ἔχουσα. Τὸ δὲ, ἐξ ἐνὸς, εἰπὼν, σεμνό-
τερον μὲν ¹ διηγήσατο, ἔδειξε δὲ τὴν σύλληψιν δια
καίαν οὖσαν. Μετά γάρ τὸ ἐσχηκέναι τέκνα, δείκνυσι
μηκέτι τῇ γυναικὶ αὐτὸν συναφθέντα. Ἀλλ’ ἐπειδή-
περ ῥᾴδιον καὶ εὐχερές ἐστιν ἐπὶ τὰ φαῦλα μᾶλλον
τρέπεσθαι τὴν διάνοιαν ἥπερ ἐπὶ τὰ ἀναγκαῖα, όλι-
σθηροῦ δντος τοῦ ἡμετέρου ἀνθρωπίνου λογισμοῦ, καὶ
ού τάχιον εὐθύνοντος αὐτοῦ τὴν Ιδρμὴν ἐπὶ τὴν εὐθεῖαν
ὁδὸν τοῦ Κυρίου, ἀλλὰ κλίνοντος πὴ μὲν ἐπὶ τὰ δεξιὰ,
δὲ ἐπὶ τὰ ἀριστερὰ, καὶ· βαρέως πληροῦντος τὸ
παρὰ τῷ Σολομῶντι εἰρημένον· Μὴ κλίνης ἐπὶ τὰ
δεξιὰ, μηδὲ ἐπὶ τὰ ἀριστερά ⁸ πάλιν ἄλλως ἡμῖν
στρεφομένης τῆς κακίας περὶ τοὺς αὐτοὺς λογισμοὺς,
καὶὼθούσης ἡμῶν τὸ σῶφρον ἐφ’ ἑτέρας πάλιν ὁδοὺς
. βαᾷίζειν · ἀσφαλισῶμεθα οὖν μή πως τὸ περισσοτέρως
- ’rp. μή. ³ Matth. xu, 56. ³ lCor. vn, 7.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.