PG 43, col. 261

είς τὸ ὑπερῷον. Ἐκεῖ γὰρ ᾠκοδόμητο, τουτέστιν ἐν
τῷ μέρει Σιὼν, ἦτις ἀπὸ τῆς ἐρημώσεως παρ-
ελήφθη ¹,καὶ μέρη οἰκήσεων περὶ αὐτὴν τὴν Σιὼν,
καὶ ἑπτὰ συναγωγαὶ, αἳ ὲν τῇ Σιὼν μόναι ἑστήκεσαν,
ὡς καλύϐαι, ἐξ ὧν μία περιελήφθη ¹, ἕως χρόνου
Μαξιμωνᾶ τοῦ ἐπισκόπου καλ⁹ Κωνσταντίνου τοῦ
βασιλέως, ὼς σκηνὴ ἐν ἀμπελῶνι, κατά τὸ γεγραμ-
μένον. Διανοεῖται οὖν ό Ἀδριανὸς τὴν πόλιν κτίσαι,
ού μὴν τό ίερόν. Καὶ λαϐὼν τὸν ’Λκύλαν τοῦτον τὸν
προειρημένον ἐρμηνευτὴν, Ἕλληνα ὄντα, καὶ αὐτοῦ
πενθερίδην, ἀπὸ Σινώπης δὲ τῆς Πόντου ὁρμώμενον,
καθίστησιν αὑτὸν ἐκεῖσε ἐπιτάττειν τοῖς ἔργοις τῶν
τῆς πόλεως κτισμάτων, ἐπιτεθεικὼς τῇ πόλει τὸ
ἴδιον ὄνομα καὶ τοῦ βασιλικοῦ ὀνόματος τὸν χρημα-
τισμόν. Ὠς γάρ ἐκεῖνος ὠνόμαστο Αἴλιος Ἁδριανὸς,
οὕτως καὶ τὴν πόλιν ὠνόμασεν Αἰλίαν.
IE'. Ὀ τοίνυν ’Δκύλας διάγων ἐν τῇ Ἰερουσαλὴμ,
καὶ ὁρῶν τοὺς μαθητὰς τῶν μαθητῶν ἀποστόλων
ἀνθοῦντας τῇ πίστει, καὶ σημεῖα μεγάλα ἐργαζομέο
τους νιάσεων καὶ ἄλλων θαυμάτωνο (Ἦσαν γὰρ ὐποι
στρέψαντες ἀπὸ Πέλλης τῆς πόλεως εἰς Ἰερουσαλὴμ,
καὶ διδάσκοντες. Ἠνίκα γὰρ ἔμελλεν ἡ πόλις ἁλίσκε-
σθαι ὑπὸ τῶν Ῥωμαίων, προεχρηματίσθησαν ὑπὸ
ἀγγέλου πάντες οἱ μαθηταὶ μεταστῆναι ἀπὸ τῆς πό-
λεως, μελλούσης ἄρδην ἀπόλλυσθαι. Οἶτινες καὶ μετα-
νάσται γενόμενοι ᾤκησαν ἐν Πέλλῃ τῇ προγεγραμ-
μένῃ πόλει, πέραν τοῦ Ἰορδάνου, ἥτις ἐκ Δεκαπό-
λεως λέγεται εἶναι. Μετά δὲ τὴν ἐρήμωσιν Ἰερουσα-
λὴμ ἐπαναστρέφειντες, ὡς ἔφην, σημεῖα μεγάλα
ἐπετέλουνο) ὁ οὖν ’Λκύλοις κατανυγεὶς τὴν διάνοιαν,
τῷ Χριστιανισμῷ ἐπίστευσεν. Αίτήσας δὲ μετά χρόνον
την ἐν Χριστῷ σφραγῖδα, ἐκομίσατο. ,Ἀπὸ δὲ τῆς
πρώτης αὑτοῦ ἕξεως μὴ μεταθέμενος, τοῦ πιστεύειν
δηλονότι τῇ ματαίᾳ ἀστρονομίᾳ, ἢν ἀκριϐῶς ἐκπεπαί-
Bruto · ἀλλά καθ’ ἑκάστην ἡμέραν τὸ θέμα τῆς αὐτοῦ
γενέσεως σκεπτόμενος, ἐλεγχόμενός τε ὑπὸ τῶν δι-
δασκάλων, καὶ ἐπιτιμώμενος ἕνεκα τούτου, μὴ διορ-
θούμενος δὲ, ἀλλά καλ⁸ φιλονείκως μᾶλλον ἀντιτιθέ-
μενος, καὶ σπεύδων συνιστᾷν τὰ ἀσύστατα, τὴν εί-
μαρμένην δηλονότι καὶ τά περὶ αὐτῆς διηγήματα,
ἐξεώσθη πάλιν τῆς Ἐκκλησίας, ὡς ἄχρηστος πρὸς Ι)
σωτηρίαν. Πικρανθεὶς δὲ τὴν διάνοιαν ὡς ἠτιμωμέ-
νος, εἰς ζῆλον μάταιον αἴρεται, καὶ τὸν Χριστιανισμὸν
ἀρνησάμενος, καὶ τὴν αὑτοῦ ζωὴν, προσηλυτεύει καὶ
περιτέμνεται Ἰουδαῖος, καὶ ἐπιπόνως φιλοτιμησάμενος
ἐξέδωκεν ἑαυτὸν μαθεῖν τὴν Ἐϐραίων διάλεκτον, καὶ⁸ τά
αὐτῶν στοιχεῖα. Ταύτην δὲ ἁκρότατα παιδευθεὶς, ἠρ-
μήνευσεν, οὐκ ὀρθῷ λογισμῷ χρησάμενος, ἀλλ’ ὅπως
διαστρέψει τινὰ τῶν ῥητῶν, ἐνσκήψας τῇ τῶν Ἑϐδο-
μηκονταδύο ἑρμηνείᾳ ⁸ ἶνα τὰ πε pi Χριστοῦ ἐν ταῖς
Γραφαῖς μεμαρτυρημένα, ἄλλως ἐκδώσει, δι’ ἢν
εἶχεν αἰδῶ, εἰς ἄλογον αὑτοῦ ἀπολογίαν.
pressa sacris Litteris de Christo testimonia aliter
vel absurdum colorem et excusationem quaereret.
' C. παρελείφθη. ³ C. περιελείφθη. ³ lsa. 1, 8.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.