PG 44, col. 1200

6 τῶν ἀρετῶν πλοῦτος , διαϐάλλεται δὲ ό ὑλικός τε καί
γήϊνος · ὅτι ὁ μὲν τῆς ψυχῆς γίνεται κτῆμα-ν οὗτοὲ
δὲ πρὸς τὴν τῶν αἰσθητηρίων ἀπάτην ἐπιτηδείως
ἔχει. Διὸ κωλύει τοῦτον θησαυρίζειν ό Κύριος, ὡς
είς βρῶσιν σητῶν καὶ είς ἐπιϐουλὴν τῶν τοιχωρυο
χούντων ἐκκείμενον. Κελεύει δέ περὶ τὸν τῶν ὑψηλῶν
πλοῦτον τὴν σπουδὴν ἔχειν, οὗ ἡ φθαρτικὴ δύναμις
ού προσάπτεται. Σῆτα δὲ καὶ κλέπτην εἰπὼν, τὸν
λυμεῶνα τῶν τῆς ψυχῆς θησαυρῶν ἐνεδείξατο. Εἰ
οὖν ἀντιδιαστέλλεται ἡ πενία τῷ πλούτῳ, πάντως
κατά τὴν ἀναλογίαν καὶ⁵ διπλῆν ἔστι διδαχθῆναι πε-
tv ο τὴν μὲν ἀπόϐλητον, τὴν δὲ μακαριζομένην.
Ὀ μέν οὖν σωφροσύνης πτωχεύων,ἢ τοῦ. τιμίου
κτήματος τῆς δικαιοσύνης, ἢ τῆς σοφίας, ἧ τῆς
φρονήσεως, ἢ ἀλλου τινὸς τῶν πολυτελῶν κειμηλίων
πένης τε καὶ ἀκτήμων καὶ πτωχὸς εὑρισκόμενος,
ἄθλιος τῆς πενίας καὶ ἐλεεινὸς τῆς τῶν τιμίων ἀκτη-
μοσύνης · ό δὲ πάντων τῶν κατά κακίαν νοουμένων
ἑκουσίως πτωχεύων, καὶ οὐδὲν τῶν διαϐολικῶν κει-
μηλίων ἐν τοῖς ίδίοις ταμείοις ἔχων ἀπόθετον, ἀλλά
τῷ πνεύματι ζέων, καὶ διὰ τούτου τὴν τῶν κακῶν
πενίαν ἐαυτῷ θησαυρίζων, εἴη ἂν οὗτος ἐν τῇ μα-
καριζομένῃ πτωχείᾳ ὑπὸ τοῦ Λόγου δεικνύμενος, ἦς ό
καρπὸς βασιλεία οὐρανῶν ἐστιν.
Ἀλλ’ ἐπανέλθωμεν πάλιν ἐπὶ τὴν ἐργασίαν τοῦ
θησαυροῦ, καὶ μὴ ἀποστῶμεν τῷ μεταλλευτικῷ λόγῳ
τὸ κεκρυμμένον ἀνακαλύπτοντες, Μακάριοι, φησιν,
οἱ πτωχοὶ τῷ πνεύματι. Εἴρηται μέν τρόπον τινὰ
τοῦτο καὶ ἐν τοῖς ἔμπροσθεν, καὶ νῦν πάλιν εἰρήσε-
ται, ὅτι τέλος τοῦ κατ’ ἀρετὴν βίου ἐστὶν ἡ πρὸς τὸ
Θεῖον ὁμοίωσις. Ἀλλὰ μὴν τὸ ἀπαθὲς καὶ ἀκήρατον
ἐκφεύγει πάντη τὴν παρὰ ἀνθρώπων μίμησιν. Ούδὲ
γάρ ἐστι δυνατὸν πάντη τὴν ἐμπαθῆ ζωὴν όμοιωθῆο
ναι πρὸς τὴν τῶν παθῶν ἀνεπίδεκτον φύσιν. Et οὖν
μόνον τὸ Θεῖον μακάριον, καθὼς ό Ἀπόστολος ὀνομά-
ζει , η δέ τοῦ μακαρισμοῦ κοινωνία τοῖς ἀνθρώποις
διὰ τῆς πρὸς τὸν Θεόν ἐστιν ὁμοιώσεως , ἡ δὲ μίμησις
ἀπορος’ ἄρα ἀνέφικτός ἐστιν ἡ μακαριότης τῇ ἀνθρωο-
πίνῃ ζωῇ. Ἀλλ’ ἔστιν ἂ τῆς Θεότητος δυνατά τοῖς
δλομένοις πρόκειται είς μίμησιν. Τίνα οὖν ἐστι
ταῦτα; δοκεῖ μοι πτωχείαν πνεύματος, τὴν ἑκούσιον
ταπεινοφροσύνην ὀνομάζειν ό Λόγος. Ταύτης δὲ ὑπό-
δειγμα τὴν τοῦ Θεοῦ πτωχείαν 6 Ἀτιόστολος ἡμῖν λέσ-
γων προδείκνυσιν, ὃς δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος
ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν.
ἘπελΙ οὖν τά ἄλλα πάντα, ὅσα πε pl. τὴν θείαν καθορᾶται
φύσιν, ύπερπίπτειτῷ μέτρῳ τῆς ἀνθρωπίνης φύσεως ⁸
ἡ δέ ταπεινότης συμφυής τις ἡμῖν ἐστι καὶ σύντρο-
φος τοῖς χαμαὶ ἐρχομένοις, καὶ ἐκ γῆς τὴν σύστασιν
ἔχουσιν, καὶ είς γῆν καταρῤἐουσιν ο ἐν τῷ κατά φύσιν
σὺ καὶ δυνατῷ τὸν Θεὸν μιμησάμενος, τὴν μακαρίαν
aut-5; ύπέδυς μορφήν. Καὶ μηδεὶς ἄπονον οἰέσθω,

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.