PG 44, col. 1208

μεν, ἀφέντες ἠκολουθήσαμέν σοι, φησὶ πρὸς τὸν
Δεσπότην 6 μαθητής · τί ἄρα ἐσται ἡμῖνς Καὶ τις ἡ
ἀπόκρισις; Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι
αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Βούλει
νοῆσαι, τίς 6 πτωχεύων τῷ πνεύματι; '0 ἀνταλ-
λαξάμενος τὸν τῆς ψυχῆς πλοῦτον τῆς σωματικῆς
εὐπορίας, 6 διὰ τὸ πνεῦμα πτωχεύων, 6 τὸν γήϊνον
πλοῦτον οἷόν τι βάρος ἀποσεισάμενος, ἵνα μετάρσιός
τε καὶ διαέριος ἄνω φέρηται, καθώς φησιν 6 Ἀπό-
αλος, ἐπὶ νεφέλης συμμετειφοπορῶν τῷ Θεῷ.
Βαρύ τι χρῆμα τὺ χρυσίον ἐστὶν, βαρεῖα πᾶσα ὴ
σπουδαζομένη κατά τὸν πλοῦτον ὖλη · κοῦφον δὲ τι
καὶ ἀνωφερὲς πρᾶγμα ἡ ἀρετή. Ἀλλά μὴν ἀντίκειται
ταῦτα ἀλλήλοις, τὸ βάρος uati. ἡ κουφότης. Οὐκοῦν
ἀμήχανόν τινα γενέσθαι κοῦφον, τῷ βάρει τῆς ὖλης
ἑαυτὸν προσηλώσαντα. Et οὖν χρὴ τοῖς ἄνω προσδή-
ναι, τῶν κάτω καθελκόντων πτωχεύσωμεν, ἶνα ἐν
τοῖς ἄνω γενώμεθα. Τίς δὲ. 6 τρόπος, ὑφηγεῖταιὴ
ψαλμῳδία ’ Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ή
δικαιοσύνη αὐτοῦ μένει εις τὸν αἰῶνα tofi
αἰῶνος. '0 τῷ πτωχῷ κοινωνήσας, εἰς τὴν μερίδα
τοῦ δι’ ἡμᾶς πτωχεύσαντος ἑαυτὸν καταστήπι.
Ἐπτώχευσεν 6 Κύριος, μὴ φοϐηθῇς μηδὲ σὺ τὴν
ωχείαν. Ἀλλά βασιλεύει πάσης τῆς κτίσεως 6 δι’
ἡμᾶς πτωχεύσας. Οὐκοῦν ἐὰν πτωχεύσαντι συμπτω-
χεύσῃς, καὶ βασιλεύοντι συμϐασιλεύσεις. Μακάριοι
γὰρ οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ὴ
,βασιλειά τῶν οὐρανῶν, ἧς καὶ ἡμεῖς ἀξιωθείημεν
ὲν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ
κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ’Δμήν.
ΛΟΓΟΣ Β’.
Μακάριοι οι πραεῖς, ότι αὐτοὶ κληρονομήσουσι
την Tur.
Οἱ διὰ κλίμακος τινος τοῖς ὑψηλοτέροις προσϐαίνον-
τες, ὅταν τῆς πρώτης ἐπιϐὦσι βαθμίδος, δι’ ἐκείνης ἐπὶ
τὴν ὑπερκειμένην αἴρονται, καὶ πάλιν ἠ δευτέρα
νοσάγει τῇ τρίτῃ τὸν ἀνιόντα, καὶ αὕτη πρὸς τὴν
ἐφεξῆς, καὶ αὕτη πρὸς τὴν μεθ’ ἑαυτήν. Καὶ οὕτως
6 ἀνιὼν ἀπὸ τοῦ ὲν ᾧ ἐστιν, ἀεὶ πρὸς τὸ ὑπερκεί-
μενον ἀνυψούμενος , ἐπὶ τὸ ἀκρότατον φθάνει τῆς
ἀναϐάσεως. Πρὸς τί βλέπων ἐντεῦθεν προοιμιάζομαι;
Δοκεῖ μοι βαθμίδων δίκην ἡ τῶν μακαρισμιῖω διακεῖ-
σθαι τάξις, εὐεπίϐατον τῷ λόγῳ δι’Ι ἀλλήλων ποιοῦσα
’τὴν ἄνοδον. Τὸν γὰρ τῷ πρώτῳ διὰ τῆς διανοίας
ἐπιϐεϐηκότα μακαρισμῷ, δι’ ἀναγκαίας τινος τῆς τῶν
νοημάτων ἀκολουθίας, 6 μετ’ ἐκεῖνον ἐκδέχεται, κᾶν
ὑποξενίςειν δοκῇ παρὰ τὴν πρώτην ὁ λόγος. Μὴ γὰρ
εἶναι δυνατὸν ἴσως ὁ ἀκούων ὲρεῖ , καθάπερ ἐν βα-
θμῶν διαθέσει, μετά τὴν τῶν οὐρανῶν βασιλείαν, τῆς
⁸⁵ ι Thess. tv, 16. ⁸⁸ Psai. CM , θ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.