PG 44, col. 1320

ται πρὸς ἑαυτὴν, καὶ πᾶν αύτῷ γόνυ κάμψῃ, ἐπου-
ρανίων καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα
γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστός ⁸
Μηδεὶς δὲ ξενιζέσθω τῷ λεγομένῳ, Καὶ γὰρ καὶ
ἡμεῖς τὸ διὰ τοῦ σώματος ήμῶν γινόμενον κατά τινα
συνήθειαν τῇ ψυχῇ λογιζόμεθα⁶ ὡς διαλεγόμενος
ἐκεῖνος τῇ ἰδίᾳ ψυχῇ ἐπὶ τῇ εὐφορίᾳ τῆς χώρας, ὅτι
vidre καί πίε, καί εὐφραίνου , τὴν τῆς σαρκὸς πλη-
σμονὴν εἰς τὴν ψυχὴν ἀναφέρει. Οὕτω κάκεῖ ἡ τοῦ
ἐκκλησιαστικοῦ σώματος ὑποταγὴ ἀναφέρεται είς
τὸν ἐνοικοῦντα τῷ σώματι. Καὶ ἐπειδὴ πᾶν τὸ γενό-
μενον ὲν αὐτῷ σώζεται, ἡ δὲ σωτηρία διὰ τῆς ὑπο-
ταγῆς ἑρμηνεύεται, καθὼς ἡ Ψαλμῶδία νοεῖν-ὑποτί-
θεται, ἀκολούθως τὸ μηδὲν ἔξω τῶν σωζομένων εἶναι
πιστεύειν, ὲν τῷ μέρει τούτῳ τοῦ ’Δποστόλου μαδ-
θάνομεν. Τοῦτο δὲ τῇ τοῦ θανάτου καθαιρέσει καὶ τῇ
τοῦ Υίοῦ ὑποταγῇ διασημαίνει ό λόγος, διότι συμϐαί-
νει ταῦτα πρὸς ἄλληλα, τό τε μὴ εἷναί ποτε τὸν θά-
νατον, καὶτὸ πάντας ἐν ζωῇ γενέσθαι. Ζωὴ δὲ ὁ Κύ·
ριος, δι’ ού γίνεται, κατὰ τὸν ἀποστολικδν λόγον,
παντὶ τῷ σώματι αὐτοῢ,ὴ προσαγωγὴ πρὸς τὸν Πα-
τέρα, ὅταν παραδιδῷ τὴν βασιλείαν ἡμῶν τῷ Θεῷ
καὶ Πατρί. Σῶμα δὲ αὑτοῦ, καθὼς εἴρηται πολλάκις,
πᾶσα ἡ ἀνθρωπίνη φύσις, ᾖ κατεμίχθη. Δι’ αὐτὸ δὲ
τοῦτο τὸ νόημα καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων
ὠνομάσθη παρὰ τοῦ Παύλου ὁ Κύριος. ’0 γὰρ ὲν τῷ
Πατρὶ ὣν, καί⁵ ὲν ἀνθρώποις γενόμενος, ἐν τούτῳ
πληροῖ τὴν μεσιτείαν, ὲν τῷ ἑαυτῷ πάντας ἑνῶσαι,
καὶ δι’ ἑαυτοῦ τῷ Πατρὶ, καθώς φησιν ἐν τῷ Εὐαγ-
γελίῳ ὁ Κύριος, πρὸς τὸν Πατέρα τὸν λόγον ποιού-
μενος* Καθὼς σὺ, Πάτῳ, ὲνέμοί, κάγὼ ἐν σο), Ira
οὕτω κάκεῖνοι ἐν ἡμῖν ἓν ὦσιν. Σαφῶς τοῦτο παρ-
ίστησιν, ὅτι ἑαυτῴ ἡμᾶς ἑνώσας ό έν τῷ Harp! ὢν
δι’ ἑαυτοῦ τὴν πρὸς τὸν Πατέρα συνάφειαν ἡμῶν ἀπερ-
γάζεται. Ἀλλὰ καὶ τὰ ἑφεξῆς τοῦ Εὗαγγελίου cui»
ᾲδει τοῖς είρημένοις· Τὴν δόξαν ἣν δέδωκάς μοι,
.. δέδωκα αὐτοῖς. Δόξαν γὰρ ινταιῦθα λέγειν αὑτὸν οἷ-
μαι τὺ Πνεῦμα τὸ ἅγιον, δ ἔδωκε τοῖς μαθηταῖς διὰ
τοῦ προσφυσήματος. Οὐ γὰρ ἐστιν ἄλλως ἑνωθῆναι
τοὺς ἀπ’ ἀλλήλων διεστηκότας, μὴ τῇ ὲνότητι τοῦ
Πνεύματος συμφυομένους. El γάρ τις Πνεῦμα Χρι-
στοῦ οὐκ ἔχει, οὗτος οὐκ ἐστιν αὐτοῦ. Τὸ δὲ Πνεῦμα
ἡ δόξα ἐστὶ, καθώς φησιν ἑτέρωθι πρὸς τὸν Πατέρα,
Δόεασόν με τῇ δόξῃ ἢν εἶχον ἀπ’ ἀρχῆς παρὰ σοι
πρὸ τοῦ τὸν κόσμον εῖναι. '0 γὰρ Θεὸς Λόγος δ
πρὸ κόσμου ἔχων τὴν τοῦ Πατρδς δόξαν, ἐπειδὴ ἐπ’
ἐσχάτων τῶν ἡμερῶν σὰρξ ἐγένετοο ἔδει δὲ καὶ τὴν
σάρκα διὸ. τῆς πρὸς τὸν Λόγον Maxde ἐκεῖνο
γενέσθαι. ὅπερ ό Λόγος ἐστίν· γίνεται δὲ ἐκ τοῦ ἐκεῖνο
λαϐεῖν, δ πρδ τού κόσμου εἶχεν ό Λόγος. Τοῦτο δὲ ἦν
τὸ Πνεῦμα τὸ ἅγιονο οὐδὲν γὰρ ἄλλο προαιώνιον,
πλὴν Πατρδς καὶ Υίοῦ καὶ ἁγίου Πνεύματοςέ διὰ
¹⁹ lbid. 22. ²⁶ Rom. ,vm, 9. "Joan. xm, 5.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.