PG 44, col. 309

μυιαι. τῶν ἀκρίδων τὸ νέφος, κατά μὲν τῶν Αἰγυπο
τίων ἕκαστον, καθὸ πέφυκεν, ἐνήργει ° oi δὲ Ἑϐραῖοι
φήμαις καὶ διηγήμασι τὸ τῶν συνοικούντων πάθος
ἐγίνωσκον, οὐδεμίαν ὲν ἑαυτοῖς προσϐολὴν τῶν τοιού-
των δεχόμενοι. Εἶτα τῶν πρωτοτόκων ὁ ὃλεθρος ἀκρι-
ϐεστέραν ἐποίει τοῦ Ἐϐραίου πρὸς τὸν Αἰγύπτιον
τὴν διάκρισιν τῶν μὲν ἐπὶ τῇ τῶν φιλτάτων ἀπωλείᾳ
συγχεομένων τοῖς θρήνοις, τῶν δὲ ὲν ἡσυχίᾳ πάσῃ
καὶ ἀσφαλείᾳ διαμενόντων ’ οἷς ἡ σωτηρία τῇ προσο
χύσει τοῦ αἵματος κατησφαλίσθη κατά πᾶσαν εἴσοδον,
ἑκατέρωθεν τῶν σταθμῶν μετά τῆς ὲπεζευγμέτ
αὐτοῖς φλιᾶς κατασημανθέντων διά τοῦ αἵματος.
Ἐπὶ τούτοις τῶν Αἰγυπτίων ἐπὶ τῇ τῶν πρωτοτόκων
συμφορᾷ βεϐλημένων, καὶ καθ’ ἑαυτὸν ἑκάστου, καὶ
κοινῇ πάντων ὀλοφυρομένων τά πάθη· καθηγεῖται τῆς
ἐξόδου τοῖς Ἰσραηλίταις ὁ Μωῦσῆς, προπαρασκευά-
σας αὐτοὺς, ἐπὶ σχήματι χρήσεως μεθ’ ἑαυτῶν τὸν
τῶν Αἰγυπτίων πλοῦτον ἀνακομίσασθαι. Καὶ τριῶν
ἡμερῶν ὁδὸν ἔξω τῆς Αἰγύπτου γεγενημένων, πάλιν
φησὶν ἡ ἱστορία, χαλεπὸν ποιήσασθαι τὸν Αίγύπτιον,
τὸ μὴ παραμεῖναι τῇ δουλείᾳ τὸν Ἰσραήλ · καὶ πολεμι-
κῶς ἅπαν συσκευάσαντα τὸ ὑπήκοον, διά τῆς ἰππι-
κῆς δυνάμεως ἐπιδραμεῖν τῷ λαῷ. Τὸν δὲ θεασάμενον
τὴν τῶν ἵππων τε καὶτῶν ὃπλων παρασκευὴν, ἀπει-
ροπόλεμον ὄντα, καὶ τῶν τοιούτων θαυμάτων ἀγύ-
μναστον, εὐθὺς καταπλαγῆναι τῷ φόϐῳ, καὶ κατὰ
τοῦ Μωῦσέως συνίστασθαι. Ὅτε καί⁹ τὺ παραδοξότα-
τον περί τοῦ Μωῦσέως ἡ ἱστορία λέγει, διχῇ ταῖς ἐν
γείαις διατεμνόμενον, τῇ μὲν φωνῇ καὶ τῷ λό
παραθαρσύνειν τε τοὺς Ἰσραηλίτας, καὶ τάς ἀγα(
ἐκειν ἐλπίδας παρακελεύεσθαι ο ἔνδοθεν δὲ τῇ δια- ferret.
νοίᾳ τῷ Θεῷ προσάγειν τὴν ὑπὲρ τῶν κατεπτηχότων ἱκετηρίαν · καὶ ὅπως ἄν διαφύγῃ τὸν κίνδυνον, διὰ
τῆς ἄνωθεν συμϐουλῆς ὁδηγεῖσθαι , αὐτοῦ τοῦ Θεοῦ (καθώς φησιν ἡ ἰστορία) τῆς ἀλαλήτου κραυγῆς
ιπαῖοντος. Νεφέλης δὲ τοῦ λαοῦ θείᾳ δυνάμει καθηγουμένης, οὐ κατὰ τὴν κοινὴν φύσιν (οὐδὲ γᾲρ ἐξ
ἀτμῶν τινωνῆ ἀναθυμιάσεων ὴ σύστασις αὐτῆς ἦν, παχυνομένου τοῖς ἀτμοῖς τοῦ ἀέρος, διὰ τῆς ὁμιχλώδους
συστάσεως, καὶ πρὸς ἑαυτὴν συμπιλουμένου τοῖς πνεύμασιν), ἀλλά κρεῖττόν τι καὶ ὑψηλότερον τῆς ἀν’
θρωπίνης καταλήψεως ἐκείνῃ τῇ νεφέλῃ, τῆς Γραφῆς μαρτυρούσης, τοιοῦτον τὸ θαῦμα ἦν, ὡς καὶ τῆς ἡλιακ-
κῆς ἀκτῖνος θερμῶς έπιλαμπούσης, διατείχισμα πρὸς τὸν λαὸν εἶναι, σκιάζουσάν τε τὸ ὑποκείμενον καὶ
λεπτῆ δρόσῳ τδ Ἵφλογῶδες ’τοῦ ἀέρος ὑπονοτίξουσανοί καὶ διὰ τῆς νυκτὸς πῦρ γίνεσθαι, ἀφζ ἑσπέρας εἰς
ὄρθρον τῷ ἰδίῳ φωτὶ τοῖς Ἰσραηλίταις δᾲδουχοῦσαν τὺ φέγγος.
Πρὸς ταύτην αὐτός τε βλέπων ὁ Μωῦσῆς, καί
τὸν λαὸν ἀκολουθεῖν τῷ φαινομένῳ διδάξας · ἐπειδὴ
κατά τὸ Ἐρυθραῖον ἐγένοντο πέλαγος , ἐκεῖ τῆς
νεφέλης πρὸς τὴν πορείαν καθηγουμένης, πανστρα-
τιᾷ τῶν Αἰγυπτίων τὸν λαὸν ὲκ τῶν κατόπιν κυο-
κλωσαμένων, οὐδεμιᾶς αὐτοῖς οὐδαμόθεν τῶν δει-
νῶν φυγῆς περιούσης, πολεμίων καὶ ὓδατος κατά
τὺ μέσον ἀπειλημμένοις· τότε , τὸ πάντων ἀπιστό-
τατον, θείᾳ δυνάμει παρορμηθεὶς ὁ Μωῦσῆς κατειρ-
γάσατο. Προσεγγίσας γὰρ κατά τήν ἠϊόνα τῷ ὕδατι.
πλήσσει τῇ ῥάϐδῳ τὸ πέλαγος · τὸ δὲ πρὸς τὴν πλη-
γὴν ὑπεσχίζετο. Καὶ καθάπερ ἐπὶ τῆς ὑέλου πέφυκε
⁸⁸ Exod. xm, ει. ³⁷ Exod. 2i sqq.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.