PG 44, col. 324

Ὅτε καταφθείρεσθαι τὸ ἄρρεν ὁ τυραννικὸς διεκε-
λεύετο νόμος ⁸ τότε γεννᾶται ὁ Μωσῆς. Πῶς οὖν τὴν
συντυχικὴν τοῦ ἀνδρὸς γέννησιν ἐκ προαιρέσεως
ἡμεῖς μιμησόμεθα; Ού γὰρ δήκαὶ τοῦτο τῶν ἐς*
ἡμῖν εῖναι πάντως ἐρεῖ τις, ὥστε μιμήσασθαί τινα
τῇ καθ’ ἑαυτὸν γεννήσει τὸν εὐδόκιμον τόκον. Ἀλλ’
οὐδὲν χαλεπὸν , ἐκ τοῦ δοκοῦντος δυσχερεστέρου τῆς
μιμήσεως ἄρξασθαι· τίς 7&9 οὐκ οἶδεν. ὅτι πᾶν τὸ
ἐν ἀλλοιώσει κείμενον , οὐδέποτε αὐτὸ ἐφ’ ἑαυτοῦ μέ-
νει ° ἀλλ’ ἕτερον ἐξ ἐτέρου πάντοτε γίνεται, πρὸς τὸ
κρεῖττον, ἢ πρὸς τὸ χεῖρον ἀεὶ τῆς ἀλλοιώσεως ἐνερ-
γουμένης; Νοείσθω δὲ καθ’ ὑπόθεσιν. Ἠ μὲν γὰρ
ὑλική τε καὶ ὲμπαθεστέρα διάθεσις , πρὸς ἣν ἡ ἀνι
θρωπίνη φύσις κατολισθαίνουσα φέρεται, τὸ θῆλυ
τῆς ζωῆς , ὃ τῷ τυράννῳ φίλον ἐστὶ ζωογονούμενον ·
τὸ δὲ κατεσκληκός τε καὶ σύντονον τῆς ἀρετῆς , ὁ ἁν-
δρώδης τόκος, ὁ πολέμιος τῷ τυράννῳ, καὶ πρὸς
ἐπανάστασιν τῆς ἀρχῆς αὐτοῦ ὕποπτος. Δεῖ οὖν τὸ
ἀλλοιούμενόν που, ἀεὶ πάντως γεννᾶσθαι. Οὐ γὰρ ἄν
τι τῶν πάντοτε ὡσαύτως ἐχόντων, ἐν τῇ τρεπτῇ φύ-
σει θεωρηθείη. Τὸ δὲ οὕτω γεννᾶσθαι οὐκ ἐξ ἀλλος
τρίας ἐστὶν ὁρμῆς , καθ’ ὁμοιότητα τῶν σωματικῶς
τὸ συμϐὰν ἁπογεννώντωνο ἀλλ’ ἐκ προαιρέσεως ὁ
τοιοῦτος γίνεται τόκος. Καί ἐσμεν ἑαυτῶν τρόπον
τινὰ πατέρες , ἑαυτοὺς οἵους ἂν ἐθέλωμεν, τίκτοντες,
καὶ ἀπὸ τῆς ἰδίας προαιρέσεως είς ὅπερ ἄν ἐθέλω-
μεν εἷδος , ἢ ἄρρεν ἢ θῆλυ , τῷ τῆς ἀρετῆς ἦ κακίας
λόγῳ διαπλασσόμενοι. Καὶ ἔξεστι καὶ ἡμῖν πάντως,
ἄκοντος τοῦ τυράννου καὶ λυπουμένου , ἐπὶ τῇ
ἀστειοτέρᾳ γεννήσει παρελθεῖν τε είς φῶς, καὶ τοῖς
γονεῦσι τοῦ καλοῦ τούτου κυήματος (λογισμοὶ δ’ ἂν
εἷεν οὗτοι οἱ τῆς ἀρετῆς γινόμενοι πατέρες) ὀφθῆναί
τε μεθ’ ἡδονῆς , καὶ ζωογονηθῆναι· κᾶν ὑπεναντίον
ᾖ τῷ τοῦ τυράννου φρονήματι. υύκοῦν , ὡς ἄν τις ἐκ
τῆς ἱστορίας τὰς ἀφορμὰς λαϐὼν, ἐπὶ τὸ γυμνότερον
διακαλύπτοι τὸ αἴνιγμα· τοῦτο διδάσκει ὁ λόγος,
ἀρχὴν τοῦ κατ’ ἀρετὴν ποιεῖσθαι βίου , τὸ ἐπὶ λύπῃ
τοῦ ἐχθροῦ γεννηθῆναι, ἐν τῷ τοιούτῳ φημὶ τῆς γεν-
νήσεως εἴδει, ἦς ὴ προαίρεσις τὴν ὠδῖνα μαιεύεται.
Οὐ γὰρ ἄν τις λυπήσειε τὸν ἀντίπαλον , μὴ τοιαῦτα
δεικνὺς ἐφ’ ἑαυτοῦ γνωρίσματα, οἷα τῆς κατ’ ἐκείνου
νίκης τεκμήρια γίνεσθαι. Τῆς δὲ αὐτῆς προαιρέσεως
πάντως ἐστὶ, γεννῆσαί τε τὸ ἀνδρεῖον τοῦτο καὶ
ἐνάρετον γέννημα· καὶ ταῖς καθηκούσαις τροφαῖς τι-
θηνήσασθαι ο καὶ ὅπως ἂν ἐκ τοῦ ὓδατος διασωθείη
ἀπαθῶς προνοήσασθαι. Οἱ μὲν γὰρ τῷ τυράννῳ τοὺς
τόκους αὐτῶν χαριζόμενοι, γυμνά τε καὶ ἀπρονόητα
τῷ ῥείθρῳ τὰ τέκνα διαδιδὸασι. Ῥεῖθρον δὲ τοῦ βίου
φημὶ, τὸν τοῖς ἐπαλλήλοις πάθεσι κυματούμενον ⁸ ὑφ’

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.