PG 44, col. 449

ὧν ἄν τις φύγοι τὴν κακίαν · πάντα ταῖς πρὸς ιτὸ
καλὸν ὁδηγούσαις συμπαρέζευκται γνώμαις. Ἠ γὰρ
τοῦ ἀγαθοῦ κτῆσις, φυγὴ τοῦ ἐναντίου καὶ ἀναίρεσις
γίνεται. Παρέλκον δ’ ἂν εἴη πάντα ταῦτα δι’ ἀκρι-
ϐείας ἐκτίθεσθαι, φανερᾶς οὔσης τοῖς ἐντυγχάνουσι
τῇ γραφῇ ταύτῃ τῆς περὶ τὰ τοιαῦτα σπουδῆς τοῦ
λόγου. “
ΚΕΦΛΛΑΙΟΝ Ε’.
Τέτμηται δὲ πενταχῆ πᾶσα ἡ τῶν ψαλμῶν πρα-
γματεία. Καὶ τίς ἐστιν ὲν τοῖς τμήμασι τούτοις
τεχνικὴ διασκευὴ καὶ διαίρεσις. Ἥ δὲ περιγραφὴ τῶν
τμημάτων φανερὰ γίνεται, θείαις τισὶ δοξολογίαις
ὁμοιοτρόπως ὲναπολήγουσα, ἃς ἔξεστιν ἐπιγνῶναι
κατὰ τὴν παρ’ ἡμῶν ύποδεικνυμένην (58) ἐν ταῖς
ψαλμῳδίαις διαίρεσιν. Ἔστι δὲ ἑκάστου τμήματος
’ἀριθμὸς τῶν ψαλμῳδιῶν οὗτος ο Τοῦ πρώτου, τεσσα-
ράκοντα. Τοῦ δευτέρου, εἷς καὶ τριάκοντα. Ἑπτὰ
καὶ δέκα δὲ τοῦ τρίτου, καὶ τοῦ τετάρτου τοσοῦτοι,
τοῦ δὲ πέμπτου πέντε (59) καὶ τεσσαράκοντα.
Ἰσταται οὖν τὸ πρῶτον μέρος ἐπὶ τὸν τεσσαρακοστὸν
ὲκ τοῦ πρώτου, οῦ πέρας ἐστίν · ι Εὐλογητὸς Κύριος
όΘεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ είς τὸν αἰῶνα,
γένοιτο, γένοιτο. ι λ Τὸ δεύτερον, ἐπὶ τὸν ἑϐδομηκοστόν
τε καὶ πρῶτον, οῦ τὸ τέλος οὕτως ἔχει · ι Εὐλογητὸς
Κύριος ὁ Θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος, καὶ
εὑλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ είς τὸν αἰῶνα,
καὶ είς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ πληρωθήσεται τῆς
δόξης αὑτοῦ πᾶσαή γῆ, γένοιτο, γένοιτο. › Τὸ τρίτον,
ἐπὶ τὸν ὀγδοηκοστόν τε καί ὃγδοον, καταλήγει δὲ καὶ
τοῦτο εἰς ὅμοιον πέρας. Ἔχει γὰρ οὕτως ⁸ ‹ Εὐλο-
γητὸς Κύριος είς τὸν αἰῶνα, γένοιτο, γένοιτο. ι Τοῦ
δὲ τετάρτου τμήματος πέρας, ὁ ἐκατοστός τε καὶ
πέμπτος, οὗ τὸ τέλος τοῖς λοιποῖς παραπλήσιον·
ιΕὺλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος,
καὶ ἕως τοῦ αἰῶνος, καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο,
γένοιτο. ι Πέμπτον δὲ μέρος ἐστὶν ἀπὸ τούτου είς
τὺ (60) ἔσχατον, οὗ πέρας , ι Πᾶσα πνοὴ αίνεσάτω
τὸν Κύριον. ι
Τίνα τοίνυν τὴν ὲν τούτοις τεχνικὴν τάξιν κατ-
ενοὴσαμεν , καιρὸς ἂν εἴη δι’ ὀλίγων εἰπεῖν. Ἐν τῷ
πρώτῳ τοὺς ὲν κακίᾳ ζῶντας ἵστησι μὲν τῆς ἀτό-
που πλάνης ’ ἐφέλκεται δὲ πρὸς (6i) τὴν τοῦ κρείτ-
τονος αἵρεσιν, ὡς μηκέτι ταῖς τῶν ἀσεϐῶν ἀπάταις
ἐπιπορεύεσθαι (62), μηδὲ τῇ πονηρᾷ τρίϐῳ τῆς
άμαρτίας διὰ βάθους ἐνίστασθαι, μηδὲ ἀκίνητόν τε
καὶ καθιδρυμένην ἑαυτοῖς τὴν κακίαν ἐπιτηδεύειν,
ἀλλὰ τῷ θείῳ συνάπτεσθαι νόμῳ, διὰ μελέτης τὴν
ἁπλανῆ πορείαν ἑαυτοῖς κατορθώσαντας, ὡς ἂν ἐρ-
ριζωθείη φυτοῦ δίκην αὐτοῖς ή πρὸς τὸ κρεῖττον ἕξις,
($7) Forte προτροπὴν.
Ἀποδεικνυμένην, ed.
(59) Πέντε om. ed.
Πέντε om. éd. ’ ’

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.