PG 44, col. 461

πλάτος ἐτῶν παρά τῷ θείῳ ὀφθαλμῷ τά καθ’ ἕκαστον
κρίνεται. Πάλιν τὸ παροδικὸν τῆς φύσεως ἡμῶν
ὑπογράφει τῷ λόγῳ , ὡς ἂν μᾶλλον εἰς ἔλεον τὸν
Θεὸν δυσωπήσειε. Λέγει γὰρ ἐναργῶς ὑπ’ ὄψιν ἄγων
τῷ ὑποδείγματι, τί χρὴ νομίζειν εῖναι (84) τὴν τῆς
φύσεως ἡμῶν ἀθλιότητα, πρωῖαν καὶ ἑσπέραν. Τουτ-
έστι, νεότητα καὶ γῆρας’ χλόην ὲν τῷ ὄρθρῳ, καὶ
ἀνθος, καὶ πάροδον. Καὶ μετά τοῦτο τῆς κατά τὴν
ἠλικίαν νοτίδος ἀναλωθείσης, καὶ τοῦ φυτοῦ ἀπανσ
θήσαντος , τῆς τε συμφυοῦς ὥρας διαπνευσθείσης,
ξηρότης καὶ μαρασμδς τδ λειπόμενον. Οὕτω γάρ φη-
σιν ὁ λόγος ο( Ὅτι τδ πρωῒ ἀνθήσοι καὶ (85) παρέλ- Β ev escente ,
θοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη, καὶ ξηραν-
θεὶη. ι Τοῦτοή ἀνθρωπίνη φύσις. Ἐν δὲ τοῖς ἐφεξῆς
πλέον κατοικτίζεται τὸ ἀνθρώπινον, λέγων δεδαπανῆ-
σθαι τῇ ὀργῇ τὴν τῶν ἀνθρώπων ζωὴν , οἷόν τινι
ἀνέμῳ τῇ τοῦ θυμοῦ προσϐολῇ χειμαζομένην. Δῆλον
δὲ, ὅτι διὰ τῆς ὀργῆς καὶ τοῦ θυμοῦ τὴν ἀποστατικὴν
διασημαίνει ἐνέργειαν, δι’ ἧς ἔκλειψις μὲν γίνεται
τῆς ζωῆς τοῖς ἀνθρώποις ⁸ ταραχὴ δὲ τοῦ ἡσυχάζον-
τος. Uir-cro δὲ ή λέξις ἔχει· ι Ἐξελίπομεν ὲν τῇ ὀργῇ
σου, καὶ ὲν τῷ θυμῷ σου ἐταράχθημεν. ι Καὶ τούτοις
ἐπάγει δι’ ἀκολούθου τὸ μὴ πρέπειν Θεῷ θέαμα
ποιεῖσθαι τὴν ἀνθρωπίνην κακίαν , μηδὲ δεῖν φαίνε-
σθαι τῷ ἀκηράτῳ προσώπῳ τὸν ὲμμολυνθέντα ταῖς
ἁμαρτίαις ἡμῶν αἰῶνα· λέγει δὲ οὑτωσὶ τῇ φωνῇ
τὴν τοιαύτην ἑρμηνεύων διάνοιαν ⁸ ι ⁸Ίεςθου τὰς ἀνο-
μίας ήμῶν ἐναντίον σοῦ. ι Ὠς ἂν εἴτις τὸ t ἵνα τί ι
προσθεὶς ἐπὶ τὸ σαφέστερον προάγοι τὸν λόγον , ὡς
εἶναι τοιαύτην τοῦ ῥήματος τὴν διάνοιαν⁹ Ὅτι σοὶ
πρέπει τά καλά ὲν ὀφθαλμοῖς ἔχειν · τὸ δὲ ἄνομον,
(86) παρά σοῦ ὁρᾶσθαι ἀνάξιον. Τοιοῦτον οὖν ποίησον
τὸ ἀνθρώπινον , ὼς τῆς (87) ἐπισκοπῆς μὴ ἀνάξιον
εἶναι, ἀλλά (88) γενέσθαι τὸν αἰῶνα ἡμῶν τοῦ σοὶ
φαίνεσθαι ἄξιον· ὡς τό γε νῦν ἔχον,‹ πᾶσαι αἱ ἡμέραι
ἡμῶν ὲξὲλιπονη τὸ γὰρ ἐν σοὶ μὴ εἶναι , οὐδὲ ἔστιν
ὅλως εἶναι ο ὧν γὰρ ὲπικρατήσειή (89) τῆς ὀργῆς
δυναστεία , ἀνυπόστατος καὶ σκιοειδής ἐστιν ἡ ζωὴ,
καθ’ ὁμοιότητα τοῦ ἀραχνίου νήματος · ὡς γὰρ ἐκεῖνο
φαίνεται μὲν, ἕως ἂν συνεστὼς τύχῃ · εἰ δέ τις ἐπα-
γάγοι τὴν χεῖρα, παραχρῆμα πρὸς τὴν ἐπαφὴν
δακτύλων διαρρυὲν ἀφανίζεται· οὕτως καὶ ὁ ἀνθρώ-
mro; βίος ταῖς (90) ἀνυποστάτοις σπουδαῖς , οἷόν τι·
σιν ἐναερίοις (91) νήμασιν ἀεὶ⁸ συμπλεκόμενος, μάτην
ἐξυφαίνει (92). τὴν ἀνύπαρκτον ἱστουργίαν. Οὗπερ
si τις καθάψοιτο στερρῷ λογισμῷ, διαδιδράσκει τὴν
λαϐὴν ή (95) ματαία σπουδὴ, καὶ εἰς οὐδὲν ἀφανίζεται·
πάντα. γὰρ τὰ κατά τὴν ζωὴν ταύτην σπουδαζόμενα,
(Si) Τις, ped.
(83) Αρτῶν, ed.
(84) Εἶναι orn: ed.
(85) Ὠς ήᾼχλόη, ed.
(86) Τοῦ ειέίὲ· ⁸ίὲ-
(87) Σῆς σιωπαί..
ἰ88) ’.ἀλλὰ ad εἶναιοιη. ed. propter repetitionem

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.