PG 44, col. 500

ΚΕΦΔΛΑΙΟΝ Δθ.
Ἦ δὲ ι ’Υπὲρ τῶν ἀλλοιωθησομένων ι ἐπιγραφὴ
τοῦτόν μοι δοκεῖ τὸν νοῦν ἔχειν, ὅτι μόνη κρείττων
ἐστὶ τροπῆς τε καὶ ἀλλοιώσεως ἡ θεία φύσις · ού γὰρ
ἔχει πρὸς ὃ τι χρήσεται (57‘) τῇ τροπῇ, τοῦ μὲν κα-
κοῦ ἀνεπίδεκτος οὖσα καθόλου (58)· πρὸς δὲ τὺ
κρεῖττον τραπῆναι μὴ δυναμένη· οὐκ ἔστι γὰρ πρὸς
ὃ τι δέξεται (58·) τὴν ἀλλοίωσιν· οὐ γὰρ ἔχει τὸ
ἑαυτῆς κρεῖττον, πρὸς ὃ μεταϐήσεται. Ἡμεῖς δὲ οι
ἅνθρωποι, ὲν τροπῇ τε καὶ ἀλλοιώσει κείμενοι, κατ’
ἀμφότερα διὰ τῆς ἀλλοιιιντικῆς ἐνεργείας, ἢ χείρους,
ἢ βελτίους γινόμεθα· χείρους μὲν, ὅταν (59) τῆς
μετουσίας τῶν ἀγαθῶν ἀπορῥέωμεν· ἀμείνους (60)
δὲ πάλιν, ὅταν (61) πρὸς τὸ κρεῖττον ἀλλοιούμενοι
τύχωμεν. Ἐπεὶ οὖν τῷ κακῷ διὰ τῆς τροπῆς συν·
ηνέχθημεν, χρεία τῆς ἀγαθῆς ἡμῖν ἀλλοιώσεως, ὡς
ἂν διὰ ταύτης γένοιτο ἡμῖν ἡ πρὸς τὸ κρεῖττον μετα·
ὅολή· καὶ τοῦτο δῆλόν ἐστιν ὲκ τῆς συμφράσεως τῶν
· ι τοῖς ἀλλοιωθησομένοις ι συγγεγραμμένων· οὐ γὰρ μό·
’ νον τὸ ι δεῖν ἀλλοιωθῆναι συμϐουλεύει ι ό λόγος,
ἀλλά καὶ τρόπον τινὰ ὑποτίθεται, ὅπως ἂν τὸ τοιοῦ-
τον κατορθωθείη, δι’ ὑποδειγμάτων τινῶν τὴν πρὸς
τὸ κρεῖττον μεταόολὴν προδεικνύων.
Ἔχει δὲ ἡ λέξις τῆς ἐπιγραφῆς οὕτως· ι Εἰς τὸ
τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων είς στηλογραφίαν
τῷ Δαυῗδ εἰς διδαχὴν, ὁπότε ἐνεπύρισε τὴν Μεσοπο-
ταμίαν Συρίας, καὶ τὴν Συρίαν Σοῦἀλ, καὶ ἐπέστρε-
ἷκεν Ἰωάὅ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἀλῶν
ithsxa. χιλιάδας. ι Δῆλον γὰρ ἂν εἴη διά τῶν εἰρη-
μένων, ὅτι διδασκαλίαν τινὰ καὶ συμϐουλὴν περιέχει
5 λόγος εἰπὼν, ὃτι (62) ι Εἰς στηλογραφίαν τῷ
Δαυῖδ εἰς διδαχήν. ι Οὐ γὰρ ἂν ἡ διδαχὴ προσέκειτο.
μὴ πρὸς διδασκαλίαν τοῦ λόγου βλέποντος· ἡ δὲ (65)
ι Εἰς στηλογραφίαν ι τὸ τοῦ (64) δεῖν ἀνεξάλειπτόν
τε καὶ ἐντετυπωμένον ἔχειν τῇ μνήμῃ τδν λόγον
ἐνδείκνυται, ὡς εἶναι στήλην μὲν τὸ μνημονικὸν τῆς
ψυχῆς, τὰ δὲ ἐπὶ τῆς στήλης χαράγματα,τὰ
τῶν ἀγαθῶν ὑποδείγματα. Ταῦτα δὲ ἦν ἠ τοῦ
ἀρχιστρατήγου τῆς δυνάμεως τοῦ Δαυῖδ ἀριστεία,
it‘ ὧν διπλοῦν γίνεται κατά τῶν πολεμίων τὸ πάθος.
τῶν μὲν πυρὶ δαπανηθέντων (66), τῶν δὲ διὰ
πληγῆς ὲν ἀφανισμῷ γενομένων. Ἥ μὲν γὰρ
μέση τῶν ποταμῶν Συρία διὰ τοῦ πυρὸς ἀναλίσκε-
ται καὶ τὸ πρόσχωρον αὐτοῖς (O7) μέρος τῶν Σύρων,
ὡσαύτως δὲ καὶ ἡ φάραγξ τῶν ἀλῶν ὲν πολλαῖς χι·
(62) ’Ὁτι om. ed.
(os) 'Hm ἤδη. ed-
(δι) Τοῦ] δὲ τό, et.
(65) Τῆς oni. ed.
μςο) Παραδοθέντων, cd.
(67) Αὐτῆς aliqui codd.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.