PG 44, col. 617
πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον ὃς λαλήσει καὶ
ἐρεῖ ’ Ἰδοὺ τοῦτο καινὸν, ἤδη γέγονεν ἐν τοῖς
αίῶσι τοῖς γενομένοις ἔμπροσθεν ἡμῶν· οὐκ ἔστι μνήμη τοῖς πρώτοις, καί γε τοῖς ἐσχάτοις γενομέ-
ὗθοιςο οὐκ ἔσται nomine μνήμη μετὰ τῶν γενομένων εὶς τὴν ἐσχάτηνυ
Πρὸκειται ἡμῖν ὁ Ἐκκλητιαστὴς εἰς ἐξήγησιν
ἴσον ἔχων τῷ μεγέθει τῆς ὠφελείας τὸν πόνον τῆς
θεωρίας. Τῶν γὰρ παροιμιακῶν νοημάτων ήδη προη
γυμνασάντων τὸν νοῦν, ὧν οἱ σκοτεινόὶ λόγοι καὶ αἱ
σοφαὶ ῥήσεις καὶ τὰ αἰνίγματα, καὶ αί ποικίλαι τῶν
λόγων ἁναστροφαὶ, καθὼς περιέχει τὺ τοῦ βιϐλίου
ἐκείνου προοίμιον, τότε τοῖς πρὸς τὰ τελειότερα τῶν
μαθημάτων αὐξηθεῐσιν, ἐπὶ ταύτην τὴν Γραφὴν τὴν
ὑψηλὴν οὕτως καὶ θεόπνευστον,ή ἄνοδος γίνεται. Et
οὖνὴ παροιμία καὶ ή μελέτη η πρὸς ταῦτα ἡμᾶς
ἑτοιμάζουσα τὰ μαθήματα, οὕτως ἐπίπονος τίς ἐστι
καὶ δυσθεώρητος, πόσον χρὴ πόνον αὐτοῖς ἐνορᾷν
τοῖς ὑψηλοῖς τούτοις νοήμασι, τοῖς νῦν προκειμένοις
εἰς θεωρίαν ήμῖν; Ὥσπερ γὰρ οἱ ἐν παιδοτρίϐου·
παλαιστρικὴν ἐκπονήσαντες, πρὸς μείζονας ἱδρῶτας
καὶ πόνους ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς ἁποδύονταιο
οῦτω μοι δοκεῖ μελέτη τις εἶναι ἡ παροιμιώδης διδα-
σκαλία, πρὸς τοὺς ἐκκλησιαστικοὺς ἀγῶνας παιδο-
τριῦοῦσα τὰς ψυχὰς ἡμῶν καὶ προμαλάσσουσα. Εἰ
οὖνὴ μελέτη μετὰ τοσούτων ἱδρώτων κατορθοῦται
καὶ πόνων, τί χρὴ περὶ αὐτῶν τῶν ἀγώνων λογίσα-
σθαι; Ἤτοι ποίαν τις ὑπερϐολὴν ἐννοήσας, οὐκ ἂν
παραστήσειε κατ’ ἀξίαν τῷ λόγῳ, πόσους ὑποδείκνυσι
πόνους τὸ τῆς Γραφῆς ταύτης στάδιον τοῖς ἀγωνιζο-
μένοις πρδς τὴν τῶν νοητῶν ἀσφάλειαν διὰ τῆς ἀθλη-
τικῆς ἐμπειρίας, ὡς μὴ ἐν πτώματι δεῖξαι τὸν λό-
γον, ἀλλ⁹ ἐν πάσῃ νοήματος συμπλοκῇ ,ὄρθιον δια-
σῶσαι διὰ τῆς ἀληθείας τὸν νοῦν. Πλὴν ἀλλ’ ἐπειδὴ
καὶτοῦτο τῶν δεσποτικῶν παραγγελμάτων ἐστὶ, τὸ
δεῖν ἐρευνᾷν τὰς Γραφὰς, ἀνάγκη πᾶσα. κᾶν κατόπιν
τῆς ἀληθείας ὁ ἡμέτερος ἐρευνηθῇ νοῦς τοῦ μεγέθους
τῶν νοημάτων οὐκ ἐφικνούμενος, ὅμως διὰ τὸ μὴ
δοκεῖν παρορᾷν τὴν ἐντολὴν τοῦ Κυρίου, διὰ τῆς κατὰ
δύναμιν περὶ τὸν λόγον σπουδῆς κατορθῶσαι. Οὐκ-
οῦν ἐρευνήάωμεν τὴν.προκειμένην Γράφὴν ὡς δυνά- υ
μεθα. Πάντως γὰρ ὁ τοῦ ἐρευνᾷν τὴν ἐντολὴν δεδωο
κὼς, καὶ τὴν πρὸς αὐτὸ τοῦτο δύναμιν δώσει, καθὼς
γέγραπται· ὅτι ι Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελι-
ζομένοις δυνάμει πολλῇ. ι ·
Καὶ πρῶτόν γε ἡμίν ἠ ἐπιγραφὴ τοῦ βιϐλίου προ- “
τεθήτω είς θεωρίαν. Κατὰ πᾶσαν Ἐκκλησίαν Μωῢ-
σῆς καὶ ὁ νόμος ἀναγινώσκεται, οἱ προφῆται, ἠ ψαλ-
μῳδία, ἱστορία πᾶσα, καὶ εί τι Ἀρχαίας τε καὶ τῆς
Καινῆς Διαεῇικης ἐστὶ, πάντα ἐπὶ τῶν Ἐκκλησιῷν
καταγγέλλεται. Πῶς οὖν τοῦτο μόνον καὶ ’ἐξαίρετον
τῇ ἐπιγραφῇ τοῦ Ἐκκλησιαστοῦ καλλωπίζεται; Τί
³⁸ Joan. ν, 59. ³⁸ Psal. uvn, 19..
Puncta (in. XLIV.