PG 44, col. 764

ἄχυρον, ό παραμένων σῖτος τοῖς ποσὶν τοῦ λικμή-
τορος, τὺ ἄσϐεστον πῦρ, ἡ ἀγαθὴ ἀποθήκη , τὸ τῶν
κακῶν εὔφορον δένδρον, ἡ ἀπειλὴ τῆς ἀξίνης, ἠ φοι
ϐερῶς τῶν δένδρων τὴν ἀκμὴν παραδεικνύουσα , οι
πρὸς τὴν ἀνθρωπίνην φύσιν μεταποιούμενοι λίθοι.
Ταῦτά μοι διὰ τῶν πρὸς τὴν σύνεσίν σου κατά σπου-
δὴν γραμμάτων ἀπολογία τις γεγράφθω πρὸς τοὺς
μηδὲν πλέον παρά τὴν πρόχειρον τῆς λέξεως ἔμφα-
σιν ὲκ τῶν θείων ῥημάτων ἀναζητεῖν νουθετοῦντας.
El. δὲ τοῦ Ὠριγένους φιλοπόνως περὶ τὸ βιϐλίον τοῦτο
πωδάσαντόςίκαὶ ῆμείς γραφῇ παραδοῦναι τὸν πό-
νον ἡμῶν προεθυμήθημεν, ὲγκαλείτω μηδεὶς, πρὸς
τὸ θεῖον τοῦ Ἀποστόλου λόγιον βλέπων, ὃς φησιν, ὅτι
Ἕκαστος τὸν lator μισθὸν λήψεται κατὰ τὸν 16cm-
κόπον. Ἐμοὶ δὲ ού πρὸς ἐπίδειξίν ἐστι συντεταγμένος
ό λόγος· ἀλλ’ ἐπειδὴ τά πολλὰ τῶν ἐπ’ Ἐκκλησεας
ῥηθέντων, τινὲς τῶν συνόντων, ἡμῖν ὑπὸ φιλομαθείας
ἐσημειώσαντο, τά μὲν παρ’ ἐκείνων λαϐὼν, ὅσα δι’
ἀκολούθου ἔσχεν αὐτῶν ὴ σημείωσις , τὰ δὲ καὶ ἀπ’
ἐμαυτοῦ προσθεὶς, ὧν ἀναγκαία ἦν ἡ προσθήκη ἑν
ὁμιλιῶν εἴδει τὴν ύπηγορίαν πεποίημαι, καθεξῆς πρὸς
λέξιν προαγαγὼν τὴν τῶν ῥητῶν θεωρίαν, ἐφ’ ὅσον
θ καιρός τε καὶ τὰ πράγματα, τὴν περὶ τούτου μοι
σχολὴν ἐνεδίδου κατά τὰς ἡμέρας τῶν νηστειῶν.
Eu ταύταις γάρ ἡμῖν πρὸς τὴν δημοσίαν ἀκοὴν ὀ
mp‘t τούτου λόγος διεσπουδάσθη. Ei δὲ παράσχοι καὶ
ζωῆς χρόνον ό τῆς ζωῆς ἡμῶν ταμίας Θεὸς, καὶ εί-
ρηνικὴν εὐκαιρίαν, καὶ τοῖς λειπομένοις ἴσως ὲπι-
δραμούμεθα. Νῦν γὰρ ἡμῖν μέχρι τοῦ ἡμίσεως προς
ἦλθεν ὁ λόγος καὶ ἡ θεωρία. Ἦ χάρις τοῦ Κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ μετά πάντων ἡμῶν είς τοὺς
αἰῶνας τῶν αἰώνων. ’Δμήν. ο
ΛΟΓΟΣ Α’. _
dmin‘acitw με ἀπὸ φιλημάτων στόματος ἀὺτοῦ.
ὅτι ἀγαθοὶ μαστοι σου ὑπὲρ οἶνον, καί ὀσμὴ
μύρων ὑπὲρ πάντα τὰ ἀρώματα. Μῦρον ἐκκενω-
θὲν ὄνομά σου. Διὰ τοῦτο νεάνιδες ἠγάπησὼι σε,
εἵλκυσάν σε. Ὀπίσω σου είς ὀσμὴν μύρων σου
δραμοῦμεν. Εισήνεγκέ με ό ,βασιλεὺς εἰς τὸ τα-
εῖον αὑτοῦ. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν
ἐν σοί. Ἀγαπήσωμεν μαστούς σου ὑπὲρ οἷν-ον.
Εὐθύτης ἠγάπησέν σε.
Ὅσοι κατά τὴν ωμόουλὴν τοῦ Παύλου, τὸν παλαιὸν
ἄνθρωπον, ὥσπερ τι περιϐόλαιον ῥυπαρὸν ἀπεδύσα-
σθε σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, καὶ
τὰ φωτεινὰ τοῦ Κυρίου ἱμάτια, οἷα ἐπὶ τῆς τοῦ ’
ὅρους μεταμορφώσεως ἔδειξε, διὰ τῆς καθαρότητος
τοῦ βίου περιεϐάλεσθε, μᾶλλον δὲ oi αύτδν τὸν Κύριον
ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τῆς ἀγάπης, αὐτοῦ στο-
ς λῆς, ἐνδυσάμενοι, καὶ συμμορφωθέντες αὐτῷ πρὸς
τὸ ἀπαθές τε καὶ θειότερον · ὑμεῖς ἀκούσατε τοῦ μυ-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.