PG 44, col. 769

λος δέ τοῖς ἐπερειδομένοις ἀσφαλής τε καὶ ἄσειστος.
Νοῶ-δὲ δι’ ἀμφοτέρων τὸν Κύριον. Αὐτὸς γάρ ἐστιν ἡ
ζωή καὶ τὸ ἔρεισμα. Ἔχει δὲίή λέξις οὔτως-ο Ξύλοκ
. ’ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, [καὶ
τοῖς ἐπερειδομένοις ἐπ’ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφα-
λής.] Συμπεριλαμὸἀνεται δὲ μετὰ τῶν λοιπῶν ἐγκω-
μίων αὐτῆς καὶ ὴ δύναμις , ὡς ἂν διὰ πάντων τῶν
ἀγαθῶν πληρωθείη τοῦ κάλλους τῆς σοφίας ὁ ἔπαι-
νος. '0 Θεὸς γὰρ, φησὶ, τῇ σοφίᾳ ἐθεμελίωοέ
τὴν γῆν. Ἦτοίμασε δὲ τοὺς οὐρανοὺς ἐν φρονήσει,
καὶ τὰ καθ’ ἕκαστον τῶν ἐν τῇ κτίσει θεωρουμένων
εἰς τὴν τῆς σοφίας ἄγει δύναμιν, διαποικίλλων αὐτὴν
τοῖς ὀνόμασι, Τὴν γὰρ αὐτὴν καὶ σοφίαν λέγει καὶ
σύνεσιν, αἴσθησίν τε καὶ γνῶσιν καὶ σύνεσιν καὶ τὰ
τοιαῦτα. Μετὰ δὲ ταῦτα νυμφοστολεῖν ἄρχεται τὸν
· νέον πρὸς τὴν τοιαύτην συνοίκησιν, ἤδη πρὸς τὸν
θεῖον θάλαμον βλέπειν ἐγκελευόμενος. Λέγει γὰρ,
ὅτι Μὴ «ἐγ-καταλίπῃς αὐτὴν καὶ ἀνθέξεταί σου*
ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε · περιχαριίκωσον
αὐτὴν-’καὶ ὑψώσει σε· τίμησον αὐτὴν ἵνα σε
περιϐάλῃ ’ ἵνα δῷ τῇ κογῖυέεῇ στέφανον χαρίτων,
στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃί Ἐν τούτοις δὴ
τοῖς στεφάνοις ἤδη τοῖς γαμικοῖς ,νύμφην κατακο-
σμήσας ἀχώριστον αὐτῆς εἶναι διακελεύεται, λέγων’
Ἠνίκα ἂν περιπατῇς ἐπάγου αὐτὴν, καί με
σοῦ ἔστω ο ὡς δ’ ἂν καθεύδῃς φυλωσέτω σε, ἵνα
ὲτειρομένῳ συλλαλῇ σοι. Διὰ· τούτων καὶ τῶν
τοιούτων τοῦ νεάζοντος ἔτι κατὰ -τὺν ἔσω ἄνθρωπον
τὸ ἐπιθυμητικὸν ἀναφλέξας, καὶ αὐτὴν ἐκείνην τὰ
περὶ ἐαυτῆς διηγουμένην ὑποδείξας τῷ λόγῳ, δι’ ὦν
μάλιστα τὴν ἀγαπητικὴν σχέσιν τῶν ἀκουόντων ἐφέλ-
κεται, τοῦτο μετὰ τῶν ἄλλων εἰποῦσα, ὅτι Ἐγὼ
τοὺς ἐμὲ saucii”an ἀγαπῶ. Ἥ γὰρ ἐλπὶς τοῦ
ἀνταγαπηθῆναι σφοδρότερον είς ἐπιθυμίαν τὸν ἐρα-
στὴν διατίθησι υ καὶ μετὰ τούτων τὰς λοιπὰς ἐπάγων
συμὸουλίας ἐν ἀποφαντικοῖς τισι καὶ ἀπεριγράπτοις
τοῖς ἀποφθέγμασι, καὶ είς τελειοτέραν-ἕξιν αὑτὸν
ἀγαγὼν, εἶτα πρὸς τοῖς τελευταίοις τῶν Παροιμιῶν
μακαρίσας ταύτην τὴν ἀγαθὴν συζυγίαν, ἐν οἷς
διεξῆλθε τὰ τῆς ἀνδρείας γυναικὸς ἐκείνης ἐγκώμ
τότε προστίθησι τὴν ἐν τῷ Ἐκκλησιαστῇ φιλοσοφίαν,
τῷ ἱκανῷ διὰ τῆς παροιμιὼδους ἀγωγῆς εἰσηγησα-
μένῳ είς τὴν τῶν ἀρετῶν ἐπιθυμίαν. Καὶ διαΰαλὼν
ἐν τούτῳ τῷ λόγῳ τὴν περὶ τὰ φαινόμενα τῶν ἀν-
θρώπων σχέσιν, καὶ μάταιον είπὼν εἶναι πᾶν τὸ
ἀστατοῦν τε καὶ παρερχόμενον, ἐν οἷς φησιν, ὅτι
Πᾶν τὸ ἐπερχόμενον ματαιότης· ὑπερτίθησι παντὸς
τοῦ δι’ αἰσθήσεως καταλαμϐανομένων τὴν ἐπιφυτικὴν
τῆς ψυχῆς ἡμῶν κίνησιν ἐπὶ τὸ ἀόρατον κάλλος· καὶ
οὕτως ἐκκαθάρας τὴν καρδίαν τῆς περὶ τὰ φαινό-
μενα σχέσεως, τότε διὰ τοῦ δ”ᾼσματος τῶν ᾀσμάτων
⁸¹ Prov. tv, 6, sqq. ⁸³ Prov. vm, Π.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.