PG 44, col. 768

θήνης ἀναλαμϐάνεται), ἀλλ’ ἐν ἑκάστῳ καιρῷ τῆς
ἡλικίας ἄλλο τι πρόσφορόν ἐστι καὶ κατάλληλον·
οὑτως ἔστιν ἰδεῖν καὶ ἐν τῇ ψυχῇ ἀναλογίαν τινὰ
πρὸς τὰς σωματικὰς ἡλικίας, δι’ ὧν εὑρίσκεται τάξις
τις καὶ ἀκολουθία, πρὸς τὸν κατ’ ἀρετὴν βίον χειρα-
γωγοῦσα τὸν ἄνθρωπον. Ob χάριν, ἄλλως ἠ Παροι-
μία παιδεύει, καὶ ἄλλως ό Ἐκκλησιαστὴς διαλέγεται³
καὶ ή διὰ τοῦ ’ᾼσματος τῶν ᾀσμάτων φιλοσοφία,
διὰ τῶν ὑψηλοτέρων δογμάτων ἀμφοτέρων ὑπέρ-
κειται. Ἠ γὰρ διὰ τῶν Παροιμιῶν διδασκαλία, πρὸς
ν ἔτι νηπιάζοντα ποιεῖ τοὺςλόγους, καταλλήλως τῇ
ἡλικίᾳ τοὺς λόγους ἁρμόζουσα. Ἄκουε, φησὶν, υἱὲ,
νόμους πατρός σου, καὶ μὴ ἁπώσῃ θεσμοὺς
μητρός σου. Ὁρᾷς ἐκ τῶν λεγομένων τὺ ἁπαλὸν ἔτι
τῆς κατά ψυχὴν, ἡλικίας καὶ ἀπαστον, ἔτι μητριξκυν
αὑτὸν θεσμῶν ἐπιδεᾶ βλέπει, καὶ πατρικῆς νουθεσίας.
Καὶ ὡς ἂν προθυμότερον προσέχοι τοῖς γονεῦσι τὺ
νήπιον, τοὺς παιδικοὺς αὑτῷ κατεπαγγέλλεται
κόσμους ἐκ τῆς περὶ τὰ μαθήματα σπουδῆς προσ-
γενήσεσθαι. Παιδίων γάρ ἐστι κόσμος, χρύσεος
μανιάκης τῷ τραχήλῳ περιλαμπόμενος, καὶ 6 ἐξ
ἀνθῶν τινων ἐπιχαρίτων ἀναπλεκόμενος στέφανος.
Νοεῖν δὲ χρὴ ταῦτα πάντως ὅπως ἂν ὁδηγήσῃ πρὸς
τὸ κρεῖττον ἡ τοῦ αἰνίγματος ἔννοια. ,Καὶ οὑτως ὑπο-
γράφειν ἄρχεται τὴν σοφίαν αὑτῷ, ποικίλως τε καὶ
πολυειδῶς τοῦ ἁφράστου κάλλους διερμηνεύων τὴν
ὥραν· μὴ φόϐῳ τινὶ καὶ ἀνάγκῃ, ἀλλά ἐπιθυμίᾳ καὶ
πόθῳ πρὸς τὴν τῶν ἀγαθῶν μετουσίαν διαναστῆναι.
ἸΙ γὰρ τοῦ κάλλους ἐπιγραφὴ ἐπισπᾶται πως τὴν
τῶν νέων ἐπιθυμίαν πρὸς τὸ δεικνύμενον, πρὸς
κοινωνίαν τῆς ὥρας τὸν πόθον ἀναρριπίζουσα.
Ὠς ἂν οὖν μᾶλλον αὐτῷ τὸ ἐπιθυμητικὸν αὐξηθείη,
μετατεθὲν ἀπὸ τῆς ὑλικῆς προσπαθείας πρὸς τὴν
ἀῦλον σχέσιν, ὡραΐζει διὰ τῶν ἐγκωμίων τῆς σοφίας
τὸ κάλλος. Καὶ οὐ μόνον τὸ κάλλος τῆς ὥρας διὰ τῶν
λόγων προδείκνυσιν, ἀλλὰ καὶ τὸν πλοῦτον αὑτῆς ἀπο
αριθμεῖται’ οὗ κύριος πάντως ό συνοικήσας γενήσεται..
’0 δὲ πλοῦτος τέως ἐν τοῖς προκοσμήμασιν αὑτῆς θεω-
ρεῖται. Κόσμος μὲν γὰρ αὑτῇ περιδέξιος αἰῶνες
t. Οὕτως εἰπόντος τοῦ λόγου , ὅτι Μῆκος ,Βίου καὶ
ἐτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς. Ἐν δὲ τῇ ἀριστερᾷ
χειρὶ, τὸν πολύτιμον τῶν ἀρετῶν περίκειται πλοῦτον
τῇ λαμπηδόνι τῆς δόξης συνδιαλάμποντα. Λέγει γὰρ.
ὅτι Ἐν τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καί δόξα.
Εἶτα καὶ τοῦ στόματος αὑτῆς λέγει τὴν εὔπνοιαν
τοῦ καλοῦ τῆς δικαιοσύνης ἀρώματος ἀποπνέουσαν,
λέγων · Ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δι-
καιοσύνη. Τοῖς δὲ χείλεσιν αὐτῆς φησιν ἀντὶ τοῦ
φυσικοῦ ἐρυθήματος τὸν νόμον ἐπανθεῖν καὶτὸν
ἔλεον. Καὶ ὡς ἂν διὰ πάντων εὑρεθείη τῇ τοιαύτῃ
νύμφῃ κάλλοςῖρανιζὸμενον, ἐπαινεῖται αὐτῆς καὶ τὸ
βάδισμα. Φησὶ γάρ ' Ἔν ὁδοῖς δικαιοσύνης περι-

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.