PG 44, col. 84
μήπω περὶ αὐτὴν λάμπῃ τὸ τοῖς οὖσιν ἐγκείμενον
φῶς. Οὐκοῦν ἄϐυσσον μὲν παρὰ τῆς Γραφῆς ἀκού-
σας, τδ πλῆθος τῶν ὑδάτων σημαίνεσθαι λέγω. Οὕτω
γὰρ αὑτὴν καὶ ἡ ψαλμωδία ὁρίζεται λέγουσα· ι Ἑτα-
ράχθησαν αἱ ἄϐυσσοι, πλῆθος ἤχους ὑδάτων· ι τὺ
δὲ περὶ αὐτὴν σκότος ἀκούσας, τὸ μήπω πεφηνέναι
τὴν φωτιστικὴν δύναμιν τὴν ἐγκειμένην τῇ φύσει
τῶν ὄντων ἐνόησα. Χωρισμὸν δέ ὑδάτων. διὰ τοῦ πε-
ριίδματος γεγονότα παρά τῆς Γραφῆς διδασκόμενος ,
οὐκ ἔξω μοι δοκῶ τοῦ εἰκότος ποιεῖν, καὶ τῆς κατ’
ὄνομα σημασίας, ἐπὶ τοῦ ὓδατος χωρισμὸν ἐννοῶν,
ὥστε διάφορον ἐκατέρου τὴν φύσιν οἴεσθαι καὶ πε· τ
πεῖσοαι · τὸ μὲν ἀνωφερὲς τε καὶ κοῦφον εἶναι, καὶ
τῆς κουφότητος τοῦ πυρὸς ἐλαφρότερον · ὥστε ὑπερ·
ἀνω τῆς θερμῆς οὐσίας μένον, μήτε τῇ κινήσει τοῦ
ὑποκειμένου συμμετατίθεσθαι. μήτε τῇ θερμότητι
πρὸς ἀντίπαλον τάξιν ἀποκαθίστασθαι, ἀλλ’ αὑτό τε
μένειν ἀμείωτον, τῷ τε ὑποτρέχοντι πυρὶ μηδεμίαν
δι’ ἐαυτοῦ πάροδον ἐᾷν. Πῶς γὰρ ἂν τόπος τῷ ὑλικῷ
τὸ άῦλον γένοιτο ; Τὸ δέ ἕτερον ὕδωρ τοῦτο εἶναι, οὗ
τὴν φύσιν καὶ ὀφθαλμῷ καὶ ἁφῇ καὶ γεύσει γνωρι-
ζομεν. Ὃ γάρ καὶ κάτω φέρεται, καὶ διειδὲς καθ-
ορᾶται, καὶ τῇ γεύσει γινώσκεται, διὰ τῆς ἐγκειμένης
ποιότητος, τοῦτο πρὸς ἄλλην τινὰ μεταφέρειν ἔννοιαν,
ἡ τοῦ γνωριζομένου φύσις οὐκ ἀναγκάζει.
Ἐκεῖνο μέν τοι τὸλεγόμενον ὕδωρ, ὃ μήτε ὁρᾶται μήτε
ῥεῖ, μήτε τισὶ περιέχεται ὅλως, οἷς ὴ ὑγρὰ πέφυκε δια-
κρατεῖσθαι φύσις, ἁλλ’ ἔξω μὲν τόπου ἐστὶν, ἀμιγὲς
δὲ πάσης τῆς κατ’ αἴσθησιν γνωριζομένης ποιότητος,
οὐκ ἄν τινα οἶμαι τῶν κρίνειν ἐπεσκεμμὲνων, διά τε
τὸ ὑποφέρεσθαι τῷ πνεύματι τοῦ Θεοῦ, καὶ διὰ τὸ
ὑπεράνω τῶν οὐρανῶν εἶναι πιστεύειν, καὶ διὰ τὸ
πάντων τῶν δι’ αἰσθήσεως γινωσκομένων μένειν
ἐξώτερον, μὴ ἄλλο τι παρὰ τὸ κοινὸν ἐννοεῖν ὕδωρ
πρὸς τὴν νοητὴν οὑσίαν ταῖς ὑπονοίαις φερόμενον.
Τοῦτο γάρ ἐκ τῶν ἐξητασμένων ὑπενοήσαμεν,ὂτι πᾶν
τὸ κινούμενον ἐντὸς τῆς νοητῆς φύσεως περιείργεται,
ιαί περὶ ἐαυτδ τὴν ἀναστροφὴν ἔχει. Ὄρος τοῖς
κινουμένοις τὸ πέρας τῆς διαστη ματικῆς ἐστι φύσεως,
μεθ’ ὃ καθα ρὰ τῶν τοπικῶν τε καὶδιαστη ματικῶν ἰδιω-
μάτων εὑρίσκεταιή νοητή τε καὶ ἀδιάστατος φύσις.
τό οὖν ἀκρότατον πέρας τῆς αἰσθητῆς οὐσίας, οὗ τδ
ἐπέκεινα οὐδὲν τοιοῦτόν ἐστιν, οἷον ἐν τοῖς φαινομέ-
νοις γινώσκεται, τοῦτό φαμενίτῷ ὀνόματι παραδη-
λοῦσθαι τοῦ στερεώματος, βεϐαιούσης ἡμῖν τῆς Γ ρα-
φῆς τὴν ὑπόνοιαν, ἦ φησιν ο ι Καὶ διεχώρισεν ὁ Θεὸς Α
ἀνά μέσον τοῦ ὓδατος δ ἦν ὑποκάτω τοῦ στερεώ-
ματος, καὶ τοῦ ὓδατος ὃ ἦν ἐπάνω τοῦ στερεώμαο
τος. ι Δεικνυται γὰρ διὰ τούτων, ὅτι οὐδὲ τὴν ἀρχὴν
κατεκέκρατο τοῦτο πρὸς ἐκεῖνο τὸ ὕδωρ, ἀλλ’ ἐν τῇ