PG 44, col. 85

ὲν ζόφῳ· ὲν φωτὶ γὰρ πάντως ἐστὶ τὸ ἐν πνεύματι
θεοῦ, καὶ τοῦ ζόφου κεχώρισται, ἅμα δὲ καὶ ὑπεράνω
ἦν τοῦ ἀναδειχθέντος μεταξὺ περεὼματος , κρινάτω
6 συνετὸς ἀκροατὴς, εί τι τῆς πρεπούσης ὑπολήψεως
6 λόγος ἡμῶν ὲν τοῖς εἰρημένοις παρεστοχάσατο. Τά
μὲν οὖν περὶ τῆς πρώτης τῶν ὄντων συστάσεως
ἡμῖν ὑπονοηθέντα, καὶ πῶς ὲν τῇ δυνάμει τῆς οὑ-
σίας ού δευτερεύει τὸ φῶς τῶν ὄντων , κᾶν Γραφὴ
πρὸ τοῦ φωτὸς ἱστορεῖσθαι τὺ σκότος λέγει, καὶ ὅσα
περὶ τοῦ δστερεώματος ποχαστικῶς ἐνενοήσαμεν, καὶ
mp! τῆς ⁴τῶν ὑδάτων διαφορᾶς, ὧν ἡ φύσιςπρδς τὸ Β
κατωφερές τε καὶ κοῦφον μεμερισμένη, τὰς καταλε-
λὴλους ἡμῖν περὶ ἐκατέρου τῶν ὁμωνύμως λεγομένων
ὑπονοίας ἐντίθησι, ταῦτα καὶ τὰ τοιαῦτα, ἐστίν.
Ἐπειδὴ δὲ διεκρίθη μὲν ἀπ’ ἀλλήλων τὰ ὕδατα, τά τε»
ὁρώμενα καὶ τά νοούμενα, καὶ μέσος ὅρος ἀπεδείχθη
τῆς διπλῆς τῶν ὑδάτων φύσεως 6 οὐρανὸς, 6 ὲν ἀρχῇ
μὲν γεγενῆσθαι μετά τῆς γῆς καὶ πάντων τῶν πρὸς
τὴν κατασκευὴν τοῦ κόσμου καταϐληθέντων λεγόμε-
νος, νυνὶ δὲ τελειωθείς τε καὶ ὀνομασθείς ὲν τῇ ἀνα-
δείξει τοῦ στερεώματος τοῦ διὰ τῆς περιδρομῆς τοῦ
πυρὸς ὁρισθέντος, καὶ ἡ δευτέρα τοῦ φωτὸς κυκλο-
φορία, πάλιν τὸ ὑποκείμενον ἀνά μέρος ὲπεσκότισέ
τε καὶ ἐφώτισεν. Ὅπερ καὶ ὠνομάσθη κατά τὴν
προλαϐοῦσαν ἀκολουθίαν, καὶ τοῦτο ἡμέρα. Ἀναγ- c
καίως δὲ καὶ ἀκολούθως καὶὴ τοῦ ἀριθμοῦ φύσις
συνεισῆλθε τῇ κτίσει. Οὐδὲν γὰρ ἔτερόν ἐστιν ἀρι-
θμὺς, εί μὴ μονάδων σύνθεσις. Πᾶν δὲ τὸ διωρισμένη
’τινί⁵ περιγραφῇ θεωρούμενον, μονὰς ὀνομάζεται.
Ἐπεὶ οὖν πανταχόθεν 6 κύκλος ἀνελλειπής ἐστιν ὲν
ἑαυτῷ ὁριζόμενος · καλῶς 6 λόγος ἓν τι ὠνόμασε τὴν
μίαν τοῦ κύκλου περίοδον, εἰπών · ι Ἐγένετο ἑσπέρα,
καὶ ἐγένετο πρωῒ ἡμέρα μίαυ ι καὶ πάλιν τὴν ἄλλην
ὡσαύτως ἒν. Συνθεὶς δὲ ἀμφότερα, δύο ἐποίησε. Καὶ
οὔτως 6 λόγος τὴν τοῦ ἀριθμοῦ γένεσιν τοῖς μορίοις
συνήγαγε τῆς κτίσεως , τὴν ἀκολουθίαν τῆς τάξεως
τοῖς ὀνόμασι τοῦ ἀριθμοῦ σημειούμενος. ι Ἐγένετο ι
γάρ, φησὶν, ι ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα δευ-
τέρα. ι
Ἐπεὶ⁵ οὖν ταῦτα ἐγένετο, πάλιν ἡ φύσις τῶκ
δντων δι’ ἀκολούθου βαδίζουσα , τὸ ἀναγκαίως τοῖς
προγεγονόσιν ἑπόμενον ἐξεργάζεται ⁸ προηγεῖται δὲ
καὶ τούτου τοῦ ἔργου θεῖον ἐπίταγμα, πανταχοῦ τοῦ
Μωῦσέως ἀσφαλιζομένου ἡμῶν τὴν διάνοιαν τοῦ μη-
δὲν ἀθεεί τι τῶν όντων συστῆναι, ὠς ἂν τὸ περὶ ἑκά-
στου τῶν γεγονότων θαῦμα, είς τὸν πεποιηκότα τὴν
ἀναφοράν ἔχοι. Πάσης γὰρ τῆς φωτιστικῆς τε καὶ
πυρώδους οὑσίας ταῖς ίδίαις ποιότησι τῶν ἄλλων
ἀποκριθείσης, η μὲν τοῦ ἀέρος κατασκευὴ σιωπᾶται,
καί τοι καὶτοῦτο ὲν δευτέροις είκδς ἦν μετά τὴν τοῦ
πυρὸς ἀναδρομὴν φυσιολογῆσαι· διότι συγγένειά τίς
ἑστιν αὐτῷ κατὰ τὸ κοῦφον, πρὸς τὴν τῷ πυρὶ ὲν-
θεωρουμένην κουφότητα · εἷθ’ οὕτως περὶ τῆς βα-
ρείας διηγήσασθαι φύσεως. '0 δὲ Μωῦσῆς τὰ μὲν

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.