PG 45, col. 1125

μνιον, καὶ εἰς πάντα τὰ κλίτη τῆς οἰκίας ἐκτείνει
τὴν ἄμπελον καὶ περιφυτεύσει τῇ Δεσποτικῇ τρα-
πέζῃ τοὺς ἀπὸ τῆς (4) ἀγριελαίου πλάνης, εἰς
ἐλαιῶν (5) μεταποιούμενος νεόφυτον, καὶ τὰς μυστι-
κὰς ῥάβδους ἐμβάλῃ τῷ γλυκεῖ καὶ ποτίμῳ νάματι
τῆς διδασκαλίας, διʼ ὧν πολυγονεῖται τὰ ποίμνια,
στε τοῦ μὲν Λαβὰν ἐλαττοῦσθαι τὴν κτῆσιν, εὐθη-
νεῖσθαι δὲ τὸ μέρος τοῦ Ἰσκὼβ, καὶ πληθύνεσθαι
τῇ ἐπισήμῳ γονῇ (6)· εἱ τοιοῦτόν τις τὸν καρπὸν
τῆς διδασκαλίας ἐπιδεικνύοιτο (καρπὸς γάρ ἐστι, κα-
θὼς εἰρηται, ἡτῆς ἀληθείας ἐπαύξησις), ἀληθῶς ἐστι
προφήτης, κατὰ τὸν θεῖον σκοπὸν ὑποφητεύων τῷ
πνεύματι. Εἰ δέ τις ἀποτίλλει τῆς ἀμπέλου τὰς κλη-
ματίδας, ἐρημοίη (7) δὲ τὴν θείαν τράπεζαν, ἀναῤ-
ῥίζων τὴν φυτείαν, ἐπιβουλεύοι δὲ τῷ πνευματικῷ
ποτιστηρίῳ, ὡς (8) μηκέτι τὰ πρόβατα κατὰ τὰς
ῤάβδους τοῦ πατριάρχου κισσᾷν, μηδὲ ταῖς ἐπισή-
μοις γοναῖς πληθύνειν τὸ ποίμνιον, ἀλλʼ ἀποβουκο-
λεῖσθαι τῆς τροφίμου νομῆς, τουτέστι τῶν πατρικῶν
παραδόσεων, καὶ ἔξω τῆς μάνδρας αὐλίζεσθαι, καὶ
τὸ λύκειον σχῆμα, τὸ ἀποκεκρυμμένον τῇ τοῦ προβάτου δορᾷ.
Οὐκοῦν ἐξετάσωμεν τί ἡμῖν ἡ τοῦ Ἀπολιναρίου
τοῦ Σύρου διδασκαλία ἐβλάστησε, προσθήκην τῶν
ποιμνίων ἢ μείωσιν, συναγωγὴν τῶν διεσκορπισμέ-
νων ἢ τῶν συνεστώτων διάλυσιν, συνηγορίαν ἢ ἀνα-
τροπὴν τῶν πατρώων δογμάτων. Εἰ μὲν οὖν πρὸς τὸ
κρεῖττον ἡ σπουδὴ τοῦ προειρημένου βλέπει,πρόβατον
πάντως, καὶ οὐχὶ λύκος ἐστίν εἰ δὲ τὸ ἔμπαλιν,
Προσέχετε ἀπτὸ τῶν ψευδοπροφητῶν, φησὶν ὁ Εύ-
ριος·μὴ λανθανέτω τὸ στόμα τὸ ἐπὶ λώβῃ καὶ
ἀφανισμῷ τοῦ προσεγγίζοντος σώματος τεθηγμένον
τοῖς τῆς καινοτομίας ὁὸοῦσι καὶ κατασπαράσσον τὸ
ἐγιὲς σῶμα τῆς τοῦ Θεοῦ Ἐκκλησίας. Ὁς δʼ ἂν μὴ
δοκοίη λοιδορία τὸ λεγόμενον εἶναι, ἔνα τῶν παρʼ
αὐτοῦ περιφερομένων λόγων προσθήσομεν, οὗ ἡ
ἐπιγραφή ἐστιν αὕτη· Ἀπδδδειξις, φησὶ, περὶ τῆς
θείας σαρκώσεως τῆς καθʼ ὀμοίωσιν ἀνθρώπου.
Τάχα δʼ ἄν τις διʼ ἀκριβείας τὸν τῆς ἐπιγραφῆς νοῦν
ἀπογυμνώσας, οὐκ ἂν δεηθείη διʼ αὐτῆς τῆς λογο-
γραφίας (9) ἐλέγξαι τὴν ἀτοπίαν τοῦ δόγματος.
Ἀ πόδειβις, φησὶ, περὶ τῆς θείας σαρκώσεως τῆς
καʼ ὀμοίωαιν ἀνβωώπου. Κρεῖττον δʼ ἂν εἴη τὰς
θείας παραθέσθαι φωνὰς εἰς ἔλεγχον τῆς καινῆς ταύ-
της ὀνοματοποιίας. Ὁ Aόγος, φησὶ, σὰρξ ἐγένετο·
καὶ, Ἡ δόξα κατεσκήνωσεν ἐν τῇ γῇ ήμῶν· καὶ,
Ὁ Θεὸς ἐφανερώβη ἐν σαρκὶ, ὡς ἂν διʼ ἑκάστου
Gen. ααα, Σ7 sqq. ⁵ Joan , 14. ⁴ Psalm. ααXν, 10. sI Τim. m, 16.
(4) Ita corr. male antea τῆς ἀπὸ τῆς.
(5) Et hæc corr. emendatio est; prius enim erat
ἐλαῖον.
(6) Επίσημος γονή tam hic quam infra aliquis
forsitan verteret varii coloris fetus, vel diverso co-
tore respersus fetus, ut sacræ Scripturæ narrationt
prorsus respondeat; sed mibi alia versio magis
arridet.
(7) In Vt. cod. ἐρημώη inlexione Attica, nescio
an simili exemplo.
(2) Corr. ὥστε.
(9) Nyssenus in toto hoc opere Apollinarem λο-
γογράφον ejusque De fncarnatione tractatum λογο-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.