PG 45, col. 1128

δὲ φησιν οὑ Θεδν ὲν σαρκὶ πεφανερῶσθαι , ὅπερ
ταύτόν ἐστι τῷ (10) , μὴ τὸν Λόγον σάρκα γενέσθαι,
τὸν ὲν ὁμοιώματι ἀνθρώπου καὶ σχήματι, τῇ ζωῇ
τῶν ἀνθρώπων διὰ τοῦ δουλικοῦ προσώπου καθομι-
λήσαντα ο ἀλλὰ θείαν τινὰ σάρκωσιν ἀνατυποῦται τῷ
Λόγῳ, οὐκ οἶδα τί σημαίνων τῷ ῥήματι, πότερον
τροπὴν τῆς θεότητος ἀπὸ τῆς ἁπλῆς αὑτοῦ καὶ ὰσυν-
θέτου φύσεως είς σαρκώδη ἀντιτυπίαν ἀλλοιωθείσηςο
ἢ μενούσης τῆς θείας οὐσίας ἐφ’ ἑαυτῆς , ἄλλην τινὰ
σάρκωσιν Θείαν μεθόριον τῆς τῶν ἀνθρώπων τε καὶ
τοῦ Θεοῦ φύσεως ἀναφανῆναι, οὕτε ἄνθρωπον οὖσαν,
οὑτεηΘεδν , μετέχουσαν δέ πως (11) ἀμφοτέρων·
ἥτις (12) τῷ μὲν σάρκωσις εἶναι, συγγενῶς πρὸς τὸ
ἀνθρώπινον ἔχει, τῷ (15) δὲ Θεία εἶναι, κρείττων
ἐστὶν , ἦ κατ’ ἄνθρωπον. Ἀλλὰ μὴν Θεὸς εἶναι οὑ
δύναται· ἁπλοῦν γὰρ τῇ φύσει τὸ Θείόν ἐστι καὶ
ἀσύνθετονο οὗ δὲ ἡ ἁπλότης (14) , τούτου κατὰ τὺ
ῐσον πάντως καὶ ἠ θεότης κεχώρισται. Ἀνθρωπος
δὲ αὖ πάλιν οὐκ ἐστι. '0 γάρ ὲκ ψυχῆς νοερᾶς, καὶ
σώματος συνεστηκὼς , ἄνθρωπος λέγεται ο ᾧ δὲ μὴ
συνεπινοεῖται τὰ δύο , πῶς ἡ τοῦ ἀνθρώπου κλῆσις
ὲφαρμοσθήσεται; Ἀνθρώπου γὰρ σῶμα λέγομεν, καὶ
ψυχὴν ἀνθρώπου, ἓως ἂν ἐφ’ ἑαυτοῦ ἑκάτερον τούτων
θεωρῆται. 'H δὲ συνδρομὴ τούτων τῶν δύο, ἄνθρωπος
καὶ ἐστι, καὶ λέγεται.
Τί οὗν ἐστινὴ θεία σάρκωσις,ή μήτε ἄνθρωπος
οὖσα, μήτε Θεὸς, ἢν ἀναπλάσσει ὴ τοῦ λόγου ἑπι-
γραφὴ (15), οὐκ ἐστιν ὲκ τῶν ὲξητασμένων εὑρεῖν.
Ἀπόδειξις, φησὶν περὶ τῆς θείας σαρκώσεωςν τῆς
καθ’ ὁμοίωσιν ἀνθρώπου. Τί τοῦτο πάλιν ἐνδείκνυ-
ται, ea, καθ’ ὁμοίωσιν ἀνθρώπου ; Ὅτι ἡ θεία σάρ-
κωσις ὁμοίως τῇ ἀνθρωπίνῃ συνίσταται. Πότε τοῦτος
*Αρα ἐπ’ ἐσχάτων τῶν ὴμερῶν; κα)⁵ ποῦ τὸ τῆς παρ-
θενίας μυστήριονς Οὑ γὰρ καθ’ ὁμοίωσιν ἀνθρώπου
σαρκοῦται 6 Κύριος, καθὼς 6 λογογράφος φησὶν ,
ἀλλὰ θείᾳ δυνάμει, καὶ Πνεύματι άγίῳ , καθὼς τὸ
Εὑαγγὲλιον λέγει, ἀλλὰ πρὸ τῶν αἰώνων. Καὶ πῶς
ὁμοιοῦται τῷ μὴ δντι τὸ 6v; Τελευταῖος μὲν γάρ
τῶν κατὰ τὴν κτίσιν 6 ἄνθρωπος · 6 δὲ Κύριος (16)
βασιλεὺς πρὸ αἰώνων. Κατὰ ποίου τοίνυν ἀνθρώπου
ὁμοίωσιν ἐκείνη ὴ θεία σάρκωσις κατὰ τὸ προαήιώνιον
γίνεται; Κατὰ τὴν τοῦ Ἀδάμ; Ἀλλ’ οὔπω ἦν. Ἀλλὰ
καθ’ ἕτερόν τινα ἄνθρωπονς Καὶ τίς οὗτος 6 προ-
νοούμενος τοῦ Ἀδὰμ ἄνθρωπος , ἵνα κατὰ τὸ ἐγκεί-
μενον ὑπόδειγμα όμοιωθῇ τοῦ Θεοῦ ἠ σάρκωσις; Τὸ
(10) Ita corr. τό erat antea.
(11) Corr. πόσως.
(12, 15) Ita corr. antea τό utrobique.
(Inita corr. antea obscuro sensu οὐ δὲ ἡ ἁπλό-
της, τουτου.
⁸ (15) Ita corr. antea ἢ τί ὰναπλάσει ή τοῦ λόγου
ἀναγιραφή. ⁷
(1 ) Corr. iterum, Κύριος.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.