PG 45, col. 132

In English: On 'Not Three Gods.' 1

δὲ ἔξω τούτων θεωρούμενον, ἐκφεύγει τὴν διὰ τῶν
τοιούτων περιγραφήν. '0 δὲ μὴ περιγράφεται ούκ ἀριθ-
μεῖται, τὸ δὲ μὴ ἀριθμούμενον, ὲν πλήθει θεωρηθῆναι
οὺ δύναται. Ἐπεὶ καὶ τὸν χρυσόν φαμεν, κᾶν είς πολ-
λοὺς διακερματίζηται τύπους , ἕνα καὶ εἶναι καὶ λέ-
γεσθαι ι πολλὰ δὲ νομίσματα καὶ πολλοὺς στατῆρας
ὁνομάζομεν, οὐδένα τῆς φύσεως τοῦ χρυσοῦ πλεονα-
σμὸν ὲν τῷ πλήθει τῶν στατήρων εὑρίσκοντες. Διὸ
καὶ πολὺς ό χρυσὸς λέγεται, ὅταν ὄγκῳ πλείονι, ἦ
σκεύεσιν, ἢ νομίσμασι θεωρῆται, πολλοὶ δὲ οἱ χρυσοὶ
διά τὸ πλῆθος τῆς ὕλης οὐκ ὀνομάζονται· εί μή τις
οὕτω λέγοι, χρυσοῦς πολλοὺς, (ὸς ἶτοὺς Δαρεικούς is
τοὺς στατῆρας, ἐφ’ ὧν οὐχ ἡ ὕλη, ἀλλά τὰ κέρματα
τὴν τοῦ πλήθους σημασίαν ἐδέξαντο. Κυρίως γάρ
ἐστιν οὐχ). χρυσοὺς, ἀλλά χρυσέους τούτους εἰπεῖν.
Ὥσπερ τοίνυν πολλοὶ μὲν οἱ χρύσεοι στατῆρες, χρυ-
σὸς δὲ εἷς, οὕτω καὶ πολλοὶ μὲν οἱ καθ’ ἕκαστον ὲν τῇ
φύσει τοῦ ἀνθρώπου δεικνύμενοι, οἷον Πέτρος καὶ
Ἰάκωϐος καὶ⁹ Ἰωάννης , εἷς δὲ ἐν τούτοις ἄνθρωπος.
Κᾶν ὴ Γραφὴ πλατύνῃ τὸ ὄνομα κατὰ τὴν πληθυντι-
κὴν σημασίαν ὲν τῷ λέγειν, ι Ἄνθρωποι κατά τοῦ
μείζονος ὀμνύουσιν, ) καὶ, ι Υἱοὶ ἀνθρώπων, ι καὶ
ὅσα τοιαῦτα, γνωστέον ὅτιτῇ συνηθείᾳ τῆς ἐπικρα-
τούσης διαλέκτου κεχρημένη, οὐχὶ νομοθετεῖ τὸ δεῖν
οὔτωςῆ ὡς ἑτέρως κεχρῆσθαι τοῖς ῥήμασιν ο οὐδέ
τινα τεχνικὴν περὶ ῥημάτων διδασκαλίαν ποιουμένη
ταῦτα διέξεισιν, ἀλλά κατά τὴν ἐπικρατοῦσαν συν-
ήθειαν χρῆται τῷ λόγῳ, πρὸς τοῦτο βλέπουσα μόνον,
ὃπως ἂν ὲπωφελὴς γένοιτο τοῖς δεχομένοις ό λόγος,
οὐδὲν ἀκριϐολογουμένη κατὰ τὴν λέξιν, ὲν οἷς οὐδε-
μία βλάϐη κατά διάνοιαν ἐκ τῶν ῥημάτων συν
Kal. μακρὸν ἂν εἴη τὰς σολοικοφανεῖς τοῦ λόγου
συντάξεις ἐκ τῆς Γραφῆς καταλέγειν εἰς τὴν τῶν
εἰρημένων ἀπόδειξιν· ὲν οἷς δὲ κίνδυνός ἐστι βλα-
ϐῆναί τι τῆς ἀληθείας, οὐκέτι τὸ ἀϐασάνιστον τε καὶ
ἀδιάφορον ἐν τοῖς γραφικοῖς εὑρίσκεται ῥήμασι. Διά
τοῦτο ἀνθρώπους συγχωρεῖ πληθυντικῶς ὀνομάζειν,
διὰ τὸ μηδένα τῷ τοιούτῳ σχήματι τῆς φωνῆς εἰς
πλῆθος ἀνθρωποτήτων ταῖς ὑπονοίαις ἐκπίπτειν,
μηδὲ νομίζειν πολλὰς ἀνθρωπίνας φύσεις σημαίνει
σθαι, διὰ τὸ πληθυντικῶς ὲξαγγελθῆναι τὸ τῆς φύσεως
ιομα. Τὸ δὲ Θεὸς φωνὴν παρατετηρημένως κατά λ
ιν ἑνικὸν ἐξαγγέλλει τόπον, τοῦτο προμηθουμένη, τὸ l.
μὴ διαφόρους φύσεις ἐπὶ τῆς θείας οὐσίας ὲν τῇ
πληθυντικῇ σημασίᾳ τῶν θεῶν παρεισάγεσθαι. Διὸ ,
φησὶ, ‹ Κύριος ὁ Θεὸς, Κύριος εἷς ἐστιν· ι ἀλλὰ καὶ τὸν
μονογενῆ Θεὸν τῇ τῆς θεότητος ἀνακηρύσσει φωνῇ,
καὶ οὐ διαλύει τὸ ἓν εἰς δυῖκὴν σημασίαν, ὥστε δύο
θεοὺς τὸν Πατέρα καὶ τὸν Υίὸν ὀνομάσαι ο κᾶν ἐκά-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.