PG 45, col. 148
την λογίσασθαι, καὶ μὴ θείαν τινὰ συμμαχίαν τοῦ
διοικοῦντος ἐπʼ ἀγαθῷ τὸ ἀνθρώπινον. Τότε δή μοι
πρὸς τὸ παράδοξον ἐκπεπληγμένῳ τοῦ θαύματος·
πῶς ὁ τοιοῦτος ἐν ἀπιστία τὸ πρότερον, πολλαπλά-
σιον τῷ μεγέθει τῆς πίστεως ὑπερέβαλε τῆς ἀπιστίας
τὸ μέτρον, ἐπειδή τις προῖούσης ἡμῖν τῆς συνουσίας
τῶν κατὰ τὴν εἰμαρμένην ζητουμένων λόγος ἐνέπε-
σεν,ἐπέταξας, ὡ τιμία μοι καὶἱερὰ κεφαλὴ, τὴν γε-
νομένην πρός τινα τῶν φιλοσόφων διάλεξιν ἐν τῇ
μεγάλῃ τοῦ Κωνσταντίνου πόλει περὶ τῆς ὑποθέσειως
ταύτης ἐγγράφως σοι διʼ ἐπιστολῆς διηγήσασθαι.
Μικρᾶς τοίνυν ἐπιτυχὼν σχολῆς, διʼ ὀλίγων, ὡς οἶόν
τε, συντεμὼν τὸν λόγον, ἐκτίθεμαί σοι ἐν ἀπλῷ καὶ
ἀκατασκευάστῳ διηγήματι·φυλασσόμενος ὅτι μάλιστα,
τὐ μὴ πόῤῥω τῶν ἐπιστολιμαίων μέτρων ἐκπεσεῖν τὸν
λόγον εἰς λογογραφικὸν μῆκος ἀποτεινόμενον.
Προσῆγον ἐγώ τινας τῆς καθʼ ἡμᾶς εὐσεβείας λό-
γους ἀνδρί τινι πεπαιδευμένῳ τὴν ἔξω σοφίαν. ὡς
ἐνῆν ἐκ τῶν λεγομένων στοχάσασθαι , καὶ πείθειν
ἐπεχείρουν ἐκ τοῦ Ἐλληνισμοῦ πρὸς τὴν συγκατάθε-
σιν τοῦ καθʼ ἡμᾶς δόγματος μετατάξασθαι. Ἐπεὶ δλ
πολὺς ἦν κατασκευάζων μὴ κατʼ ἐξουσίαν προκεῖσθαι
τοῖς βουλομένοις τῶν κατὰ γνώμην τὴν αἶρεσιν·
ἀλλὰ διά τινος ἐξάπτων ἀνάγκης τὴν τῶν ἀνθρώπων
ζωὴν, ἦς ἄνευ μὴ ἄν τι γενέσθαι τῶν ἐν ἡμῖν γινομέ-
νων, καὶ τούτῳ τῷ λόγῳ τὸν ἐμὸν παρεκρούετο λό.-
γον· ὡς εἰ μὲν εἶμαρται αὐτῷ γενέσθαι Χριστιανῷ,
γενήσεται πάντως κὰν ἡμεῖς μὴ βουλώμεθα· eἱ δὲ
κωλύοιτο τῇ τῆς εἰμαρμένης ἀνάγκῃ, μὴ ἂν γενέσθαι
δυνατὸν ἐξευρεῖν τινα μηχανὴν ἢ τὴν εἰμαρμένην
βιάσεται. Ταῦτα λέγοντος, ἐγὼ μὲν, ὅπερ εἰκὸς ἦν,
φεύγειν ῷμην αὐτὸν αὸ μαθεῖν τι περὶ τῆς πίστεως
τῷ Ἐλληνισμῷ διὰ βάθους ἐγκείμενον, καὶ τούτῳ
τῷ τρόπῳ τὴν ἀκολουθίαν τοῦ ἡμετέρου παρακρούε-
σθαι λόγου. Ἐπεὶ δὲ οὐκ ἀνίει τοῖς αὐτοῖς ἐπιμένων,
πάντα λέγων ὑπεζεῦχθαι τῇ τῆς εἰμαρμένης ἀνάγκῃ,
κάκείνην ἐπιστατεῖν τῶν ὄντων, καὶ τῇ τροπῇ ταύτης
πάντα ὑποκύπτειν τὰ ὄντα, ζωῆς τε μέτρα, καὶ
ἠθῶν διαφορὰς, καὶ βίων αἱρέσεις, καὶ σωμάτων κα-
τασκευὰς, καὶ τὰς τῶν ἀξιωμάτων ἀνωμαλίας· ὡς
ἄρχειν τε πάντως τὸν καθʼ εἰμαρμένην ἐπὶ τὴν ἀρχὴν
παριόντα, δουλεύειν τε κατὰ τὴν αὐτὴν αἰτίαν, καὶ
πλουτεῖν ὡσαύτως καὶ πένεσθαι· ἐῤῥῶσθαί τε πάλιν
τῷ σώματι, καὶ ἀσθενῶς ἔχειν· τό τε Καέ μορον καὶ
τὸ μακρόβιον, τὴν αὐτὴν ἔχει [ν] αἰτίαν.Ο τε γὰρ ἐν
ὀλίγῳ μετασχὼν τῆς ζωῆς, καὶ ἐν μακρῷ τῷ χρόνῳ
παρατείνας τὸν βίον, οὐ κατὰ οἰκείαν ὀρμὴν, ἀλλʼ ἐκ
τῆς ἀνάγκης ἐκείνης ἐν ἐκατέρῳ ἐκάτερος γίνεται·
τόν τε αὐτόματον καὶ τὸν ἠναγκασμένον θάνατον μὴ
ἄλλως ἢ παρʼ ἐκείνης ἀποκληροῦσθαι, τοῦ τε βιαίου
θανάτου τὰς πολυτρόπους διαφορὰς, ἐν συμπτώμασιν
ἢ ἀγχόναις, ἢ ψήφῳ δικαστικῇ, ἢ καὶ κατʼ ἐπιβουλὴν
ἐπαγομένας. Καὶ τὰ ἔτι τούτων καθολικώτερα καὶ
περιληπτικώτερα πάθη, σεισμοὺς καὶ ναυάγια,
καὶ
ἐπικλύσεις ὑδάτων, καὶ τὰς ἐκ πυρὸς συμφορὰς, καὶ
ὅσα τοιαῦτα εἴδη κακῶν πάντα τῆς αἰτίας ἐκείνης
ἐξάπτων, προσετίθει καὶ τῶν κατὰ τὸν βίον ἐπιτη-
δευμάτων μηδαμοῦ τὸν λογισμὸν τοῦ αἰρουμένου κυ-
ριον εἶναι πάντας δὲ τῷ κράτει τῆς εἰμαρμένης