PG 45, col. 156
ἥ τε συντυχία κατά τὸ ἴσον τῶν διά κινήσεως ἀλλή-
λοις συντυγχανόντων , ἄπορον ποιεῖ τοῦ προηγουμέ-
νου τὴν κρίσιν. Καὶ γὰρ κάκεῖνα κινεῖται διὰ τῶν
κύκλων, καὶ τοῦτο διὰ τῆς φύσεως ὁδεῦον φέρεται.
Εἰ δὲ ἐν ἐνὶ μέρει τοῦ χρόνου ἀμφοτέροιςή πρὸς ἀλ-
λήλους σύνοδος γίνεται, τίς ή πρὸς ἄλληλα τούτων
διαιρορά , ὥστε τοῦ ἐτέρου τὸ ἕτερον αἰτιώτερον οἴε-
σθαι; Εἰ γάρ διὰ τά ἄστρα 6 ἄνθρωπος, πάντοτε ἀν
ἔρρει ἡ φύσις διὰ γεννήσεως, οὐδὲ έν ἀκαρεί τι διά·-
λειμμα τῆς ἀνθρωπίνης παρόδου ἐπιδεικνύουσα. Εἰ
δὲ πολλαὶ τῶν γινομένων αἰ μεταξὺ διαστάσεις , σα-
φῶς ἀποδείκνυται τὸ, μὴ τῇ κινήσει τῶν ἄστρων τὴν
ἀνορωπίνην ἔπεσθαι γένεσιν. Ἦ μὲν γὰρ, ἀεὶ κινεῖ-
ταν ἡ δὲ , οὑκ ἀεὶ γεννᾶται · ἀλλ’ ἰδίῳ τοῦτο εἱρμῴ,
κάκεῖνο πάλιν ἰδιαζόντως ἐφ’ ἑαυτοῦ φέρεται , οὐδε-
μιᾶς ἀνάγκης συναπτούσης πρὸς ἄλληλα τά διεστῶτα
τῇ φύσει* εἰ δὲ τοῦτο 6 ὑμέτερος κατασκευάζει λό-
γος , τὸ ἐπ’ ἐκείνη τῇ μοίρᾳ τοῦ χρόνου τὴν αἰτίαν
τῶν κατά τὸν βίον ἁπάντων κεῖσθαι, σκόπησον ὅσας
μυριάδας δεσποτῶν καὶ τυράννων , ἡμέρα πᾶσα καὶ
νὺξ ὡσαύτως κατὰ τὰς λεπτὰς ὲκείνας καὶ ἀωρείς
τοῦ χῴνου τομὰς ἀπεργάζεται· είς τέσσαρας καὶ
εἴκοσιν ὧρας νυκτὸς καὶ ἡμέρας , ὥς φατε , διῃρη-
μένων · ἑκάστης δὲ ὥρας, ἐξήκοντα τμήμασι μερι-
ζομὲνης· πάλιν δὲ τῶν τμημάτων τούτων ἑκάστου
κατὰ τὸ ἰσάριθμον κερματιζομένουο ὠς δέ φασιν
ὑμῶν οἱ εἰς τὴν λεπτοτέραν τῶν τοιούτων παρατή ρη-
σιν τῷ λόγῳ διαδυόμενοι , ὄτι καὶ τούτων ἕκαστον
πάλιν τῶν λεγομένων τμημάτων ἰσαρίθμῳ διαιρέσει
ὲπιλεπτύνεται. Τὸ τοίνυν ἐκ τούτων ἀθροιζόμενον.
πλῆθος τῶν ἀκαριαίων ἐκείνων θεῶν, ἢ δεσποτῶν, ἦ
τυράννων , ἢ οὐκ οἷδ’ ὅπως χρὴ λέγειν , μιᾶς πλέον
καὶ εἰκοσι μυριάδων ἐστίν. Εἰ δὲ μία ὥρα τοσαύτας
μοιρῶν ήμῖν μυριάδας ποιεῖ, αἱ τέσσαρες καὶ εἴκοσι
κατὰ λόγον τῆς μιᾶς πάντως πολλαπλασιασθεῖσαι,
τὰς ἀπείρους τῶν μοιρῶν μυριάδας ἀπογεννῶσιν.
Ἀλλά μὴν τούτων ἑκάστην ἀπαράϐατον δύναμιν
ἔχειν 6 ὑμέτερος διισχυρίζεται λόγος. Οὐκοῦν ἀκό-
λουθον μηδεμίαν αὐτῶν ἄπρακτον εἶναι. Ού γὰρ ἂν
τῆς δυνάμεως ῐδιον τὴν ἀπραξίαν εἴποις , ἀλλ’ ἐν τῇ
ἐνεργείᾳ πάντως καθορᾶται ή δύναμις. Οὐκοῦν ἶσα
xui τὰ τῆς δυνάμεώς ὲστιν ἀποτελέσματα ⁸ ὥστε ὅσα
τμήματα , τοσαῦται καὶ τῶν ἀνθρώπων γενέσεις ἐξ
ἀνάγκης καθ’ ἑκάστην ὤραν συστήσονται. Καὶ εἴπερ
ἑκάστῃ μοίρᾳ τὸ δυνατὸν ὁμοίως προσμαρτυρεῖσθαι
προσήκει , πάντας ἐπ’ ἴσης βασιλέας, μακροϐίους,
δυνατοὺς, εὐκλήρους , εὐδαίμονας, καὶ ὅσα τῆς τι-
μιωτέρας λήξεως εἶναι νομίζεται, τὸ τῆς δυνάμεως
ὁμότιμον ἀπεργάζεται ο γάρ ἔλλειψις τούτων τινὸς,
τοῦ κατά τὴν δύναμιν ἀτελοῦς κατηγορία γίνεται. Ού
γάρ ἄν τις ἴσην προσμαρτυρήσειε δύναμιν, τῷ τε
μεγάλα καὶ μικρά ἐνεργήσαντι. Οἷον, ὁ μὲν ὑπερϐέ-
ϐηκεν ἑκατὸν ἐτη ὲν γήρᾳ λιπαρῷ καί εὐδαίμονι,
παισὶν εύθηνούμενος. ἐκγόνοις δορυφορούμενος, καὶ
τῷ μετά τούτους ἱπσιγαλλόμενος γένει, ἄνοσος , ἀπήι