PG 45, col. 157

τῷ παραχθῆναι εἱς φῶς , κατεπνίγη ο οἶα δὴ πολλά
τῶν γινομένων ἐστὶν ἑταιρικὰ ἢ μοιχίδια βρέφη, άπερ
τῶν μητέρων αἱ παρανόμως κυήσασαι , ταῖς ἑαυτῶν
χερσὶ διαχειριζόμεναι , Θανάτῳ τὸν ἔλεγχον κλέ-
πτουσι ο πού ἡ δύναμις ἐπὶ τούτων τῆς μοίρας; Πῶς εἱς τὸ αὐτὸ τῆς ζωῆς μέτρον ἡ τῆς εἱμαρμένης ἰσχὺς
οὐκ ὲξήρκεσεν; Εἱ γὰρ τὸ δυνατὸν αὐτῇ προσμαρτυρεῖν ό ὑμέτερος λόγος οἴεται δεῖν, ἐπίσης πᾶσι τοῖς
οὖσιν ἠ ἱσχὺς αὐτῆς φανήσεται. Οὐ γὰρ τὸ μὲν ἰσχύσει , τὸ δὲ ού δυνήσεται, εἴπερ ἀληθῶς ἐν δυνάμει
καταλαμϐάνεται ’ ή δέ δύναμις ,
διά τῶν ἀποτελεσμάτων γνωρίζεται.
βίος ἕξει, πάντων ὁμοίως τὸ ἀκρότατον τῆς εὐδαιμονίας μέτρον ἐν ἑαυτοῖς δεικνύντων, διά τὸ πάντας
μὲν κατά τὸν λόγον ὑμῶν , ὑπὸ τὴν εἱμαρμένην κεῖσθαι, πάντα δέ ταύτην ἀεὶ δύνασθαι λέγειν ὑμᾶς.
Ei οὖν καὶ πάντα καὶ ἀεὶ δύναται ἡ εἱμαρμένη
αὓτη, πάντα ἐπὶ πάντων δυνήσεται. Ἀλλά μὴν πολ-
λαὶ καὶ ποικίλαι τοῖς ἀνθρώποις τοῦ βίου διαφοραὶ,
κατά τε τάς ἀξίας καὶ τάς περιουσίας, καὶ τά τῶν
χρόνων μέτρα , καὶ τὰς τῶν σωμάτων κράσεις , καὶ
πάντα ὅσα δι’ ὧν ἢ μακαριστός τις ἦ ἄθλιος ὀνομά-
ζεται. Ἀρα τὸ μὴ πάντα δύνασθαι τὴν ἀναπλασθεῖ-
σαν ἐκείνην τῷ λόγῳ μοῖραν ἢ εἱμαρμένην , ἡ τῶν
ἀποτελεσμάτων ἀνισότης σαφῶς ἐπιδείκνυσιν. El γάρ
τὸ μακρόϐιον δυνάμεως ἔργον νομίζομεν , ἀσθενείας
πάντως ἐστὶ τὸ ὠκύμορον. Οὐκοῦν, τὴν μὲν ἀσθενεῖν
τῶν είμαρμένων τὴν δὲ δύνασθαι δογματίζειν προσ-
ήκει. Ἐπειδὴ γὰρ ἐναντίον τῷ πολυχρονίῳ τὸ ὀλι-
γόϐιον , διὰ τῶν ἐναντίων ὑφίσταται πάντως τούτων
ἑκάτερον. Ού γὰρ ἄν τις τῆς αὐτῆς αἰτίας ἐξάψειε
μακαρισμόν τε καὶ ἀθλιότητα , ἀλλἐἴπερτοῦττο κατ-
ορθωθείη διὰ τοῦ δύνασθαι, τὸ ἓτερον οὐ συνέστη
πάντως παρὰ τὴν τῆς δυνάμεως ἔλλειψιν. Οὑδενὶ γάρ
ἄλλῳ η ἀθλιότης καταλαμϐάνεται , ἦ ἐν τῷ μὴ δυνη-
θῆναι γενέσθαι μακάριον. Ἀλλά μὴν πλείους παρά
τὸν βίον οἱ ἄθλιοι. Οὐκοῦν , πλείων ἡ ἀσθένεια τῆς
εἱμαρμένης παρά τὴν δύναμιν ἐπιδείκνυται. Ποῦ οὖν
ἠ ἄμαχος ἐκείνη καὶ παντοδύναμος καὶ ἀπαράϐατος
ἀνάγκη , ὥστε ἐπ’ ἐκείνῃ τίθεσθαι πάντων τῶν κατά
τὸν βίον οἰκονομουμένων τὴν ἐξουσίαν. ἥτις ἀπηλέγο
χθη διά τῆς ἀκολουθίας τοῦ λόγου ἀσθενὴς ἐν τοῖς
πλείοσινλ Ἀλλ’ ἐρεῖς. ὅτι τούτῳ μὲν τοῦτο βούλε-
ται ⁸ τῷ δὲ ἑτέρῳ τὸ ἴσον οὐ βούλεται ο δύναται καὶ
ἐπ’ ἀμφοῖν ὅπερ βούλεται· πάντως οὖν καί⁵ τὴν αἱτίαν
προσθήσεις τῆς τῶν προαιρέσεων τούτων διαφορᾶς.
Ἀνθρωπος οὗτος καὶ οὗτος , οὐδεμίαν κατὰ τὴν φύ-
σιν παραλλαγὴν ἐπ’ ἀμφοτέρων βλέπεις , οὕτε τούτῳ
τὸ καλὸν , ἢ φαῦλον ἐκ προαιρέσεως , οὔτε τῷ ἄλλῳ,
ἀλλ’ οὗτος μικρόν τι τοῦ 194W προλαδὼν ν τῆς μη’
τρῴας νηδύος ἐξέθορεν, οὕτω κατὰ τὸ συμϐὰν αὑτὸν
ἀποσκευασαμένης τῆς φύσεως · ἐκεῖνος δὲ μετὰ τοῦ-
τον , ἢ εὐθὺς ἢ μετ’ ὀλίγον. Καὶ μετά τοῦτο οὐχ ό
ater; ἀμφοτέροις βίος ἀποκληροῦται, ἀλλ’ ὁ μὲν,
εὐδαίμων, ἢ βασιλεὺς, ἂν οὓτω τύχη, χρυσῷ καὶ
πορφυρίδι παρά τὴν πρώτην γένεσιν ἐνειλούμενος · ὀ
δὲ, τινὸς τῶν πενιχρῶν ἢ δούλων, ούδέ ῥακίοις παρά
τῶν γεννησαμένων αὐτὸν σπαργανούμενος. Τί οὖν
ἠδίκησεν ,ἢ προλαϐὼν ἢ ἐφυστερίσας τῷ χρόνῳ μι-
κρὸν, οὐ κατ’ οίκείαν πρόθεσιν , ἀλλά κατάτὴν τῆς
φύσεως κίνησιν, ὡς αὐτοῦ τούτου ἕνεκεν ἀποκληρω-
Sive: τοῦ βίον την άτιρίαν; ποίαν τῆς δεσποίνης

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.