PG 45, col. 168

ἢότε συναρμόζει τοῖς γόμφοις; Πολλῶν γὰρ καὶ
διαφόρων ὄντων τῶν κατὰ τὴν ναυπηγίαν σπουδαζο-
μένων, καὶ ού κατὰ τὸν αὐτὸν ἀλλήλοις χρόνον συν-
ισταμένων, ποῖον ἀναθήσει χρόνον τῇ εἱμαρμένῃ, ἵνα
τὴν ἀνάγκην τῆς καταδύσεως δεξαμένη, συνδιαφθείρῃ
μεθ’ ἑαυτῆς τοὺς ἐμπλέοντας ς Τί δ’ ἂν εἰποις περὶ
τῶν πόλεων; Πότε αὐτῆς κρατεῖν τὴν εἱμαρμένην
οἴονται ; Ὅτε βουλή τις τοῦ οἰκισμοῦ τοῖς σπουδά-
ζουσι γίνεται; ὐπότε τοῦ τόπου τὴν εὐφυΐαν ἑπι-
λογίξονται, ἢ ὅτε τὸ σχῆμα καταχαράσσουσιν, ἧὸταν
ἐπάγωσιν ήδη τῇ ἐργασία τὸν σίδηρον, ἢ τοὺς λίθους
ὲναποτίθεπαιμή συμφορῶσι τὰς ὔλας; Τί τούτων
ὲστίν ἀρχὴ τῆς συστάσεως; Τί δὲ ἂν εῐποις περί τοῦ
ἔθνους, ὃ ταῖς κατά πόλεμον συμφοραῖς ἑξετρίϐης
Τίς ἢ πόθεν κατ’ αὐτῶν τήν ἀρχὴν λαϐοῦσα ἡ μοῖρα,
τοὺς μὲν κατεφόνευσε, τοὺς δὲ δι’ αἰχμαλωσίας κατε
εδουλώσατο; Πῶς Ἀννίϐας ἢ Καῖσαρ, ἢ καὶ ὁ ἐκ
Μακεδονίας Ἀλέξανδρος παρ’ οἷς ἂν ἐγένοντο στρα·
τευόμενοι, πᾶσιν όμοτιμίαν εἱμαρμένης εἰργάσαντο,
τοσοῦτον τῆς ἀνάγκης ἐκείνης ὑπερισχύοντες, ὡς τοῖς
αὐτοῖς τοῦ κακοῦ μέτροις πάντα συνάγεσθαι ; Ἀλλὰ
μὴν τὸ οἴεσθαι τάς τῶν πόλεων εἰμαρμένας . ὲν τοίς
τῶν σεισμῶν καταπτώμασι τὰς συναστρίας ποιεῖν,
ὡς ἔξω τοῦ εἰκότος ό λόγος ἐστὶν, ἐντεῦθεν ἄν τις
κατίδοι· Τίς οὐκ οἶδεν ὃτι τά τοιαῦτα πάθη τῆς γῆς,
ob μόνον ὲν τοῖς οἰκουμένοις τόποις, ἀλλά καί ὲν τοῖς
ἀοικήτοις devictarum-Ei τις τὸ τῶν Σαγγαγῶν ὅρος
τὸ πρὸς τοῖς ὁρίοις τῶν Βιθυνῶν κείμενον, ἢ τῇ καθ’
ἑαυτὸν ἔγνω πείρᾳ ὲκ διηγήματος ἤκουσεν, εὑρή-
σει τὴν τοῦ λόγου ἀλήθειαν. ὅτι κατ’ αὐτὰς τῆς ὁδοῦ
τὰς ὑπερϐολάς, πάσα ὴ ἀκρώρεια ὑπονοστήσασα,
φοϐερὸν θέαμα τοῖς διοδεύουσι γίνεται. Τοιαῦτα καὶ
περί τὰς χώρας τῶν Παφλαγόνων τὰ πάθη · ἔστι δὲ
ὅπου καὶ οἰκήσεις ἀνθρώπων τοῖς χάσμασι τούτοις
συγκατεσπάσθησαν· πολλαχῆ δὲ τῶν οἰκητόρων γυ·-
μνὸς ό χῶρος ὲν τῷ τοιούτῳ δείκνυται πάθει. Καὶ
τί χρὴ καθ’ ἕκαστον Κυπρίους. καὶ Πισίδας καὶ
Ἀχαιούςσ ὲν οἷς πολλά τῶν λεγομένων ἐστὶ τε-
κμήρια; Ἀλλ’ οὗ χάριν τῶν εἰρημένων ἐμνήσθημεν,
ὃτι πάντα τὰ τοιαῦτα, γῆς ἐστι πάθη. Εἰ μὲν οὖν συν-
ενεχθειη καὶ οἴκησιν ἀνθρώπων εὑρεθῆναι τῷ τόπῳ,
κατά πᾶσαν ἀνάγκην κάκεῖνοι τοῦ κατὰ τὸν τόπον δυσ-
τυχήματος παραπήλαυσαν· εἰ δὲ ἐλεύθεροςείἠ τῶν
οἰκητόρων, οὐδεμίαν ἀνθρώποις ἤνεγκε βλάϐην τὸ
περί τὸν τόπον δυστύχημα.’ Τίς οὖν ἡ τῆς εἱμαρμένης
ἀνάγκη, ἐπίσης τῶν τε οἰκουμένων καὶ τῶν ἀοικήτων
τὸ τοιοῦτον πάθος ὐπομενόντων; Εἰ μὲν γὰρ εἶχον
ἀποδεικνύειν, κατά μέρη τινὰ καὶ μὴ κατὰ τὸ ἀθρόον
πᾶσαν κατεσκευάσθαι τὴν γῆν, εἶχεν ἂν αὐτοῖς ἴσως
καιρὸν ἡ ματαιολογία· τῷδε τῷ μέρει τῆς γῆς κτιο
ζομὲνης, τῆσδε τῶν ἄστρων συμπλοκῆς ἐφαρμοσθεί-
σης, ἢ τοῦτο ἦ ἐκεῖνο γενέσθαι κατ’ ἀνάγκην. Ἐπεὶ
δὲ πάντα μετ’ ἀλλήλων καταλαμϐάνεται, οὐρανὸς, γῆ,
θάλαττα, κατὰ δὲ τὸν Μωσέως λόγον, καὶ προτερεύει
ή γῆ τῆς τῶν ἄστρων κατασκευῆς καί κινήσεως ° πῶς

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.