PG 45, col. 169

μερικαῖς δέ τισι τόπων περιγραφαῖς τὰ τοιαῦτα ὑφ-
ίσταται πάθη · ἄρα οὐχ εἱμαρμένης ἀνάγκην, ἀλλά
τινα ἑτέραν ἰδιάζουσαν αἰτίαν ἐν τοῖς τοιούτοις συμ-
πτώμασι γίνεσθαι. ’Ὅταν οὖν πάθῃ τι τοιοῦτον ή γῆ,
καί τινας τοιαύτας συμφορὰς κατεργάζεται, τῶν οἰ-
κητόρων συγκατασεισθέντων τῷ πτώματι ⁸ τί ἐροῦ-
σιν οἱ προσκυνοῦντες τὴν εἱμαρμένην, καὶ τὴν τῶν
ἄστρων κίνησιν ἐπιστατεῖν τῶν ὄντων διοριζόμενοι;
Πῶς ἐκεῖ τὸ νήπιον, τὸ βρέφος, τὸ μειράκιον, ό ἀνὴρ,
όπατὴρ, 6 πρεσϐύτης, ό εὐγενὴς, ό εὐπατρίδης, ὁ
μισθωτκ, 6 δεσμώτης; Οὔτε τῷ χρόνῳ τῆς γενέσεως,
οὔτε διαφορᾷ τινι τῆς ἀξίας είς τὴν τῶν κακῶν ὁμο-
τιμίαν κωλύονται. Ἔτι πρὸς τούτοις ο τίς οὐκ οἶδεν ὅτι παντὸς ἄγους ἔσχατόν ἐστιν ή θυγατρομιξία, καὶ
ἀδελφογαμία, καὶ εἰς μητέρας παρανομίας Τοῦτο τοίνυν εί κατά τινα μοίρας ἀνάγκην ἐγίνετο, πάντως
ἂν καὶ ἐν τοῖς καθ’ ἡμᾶς ἐτολμήθη τόποιςο ἐπεὶ δὲ μόνῳ τῷ ἔθνει Περσῶν, καὶ τοῖς τά ἐκείνων νόμιμα
δεδιδαγμένοις, τὸ τοιοῦτον ἄγος τολμᾶταιο δῆλον ἐκ τοῦ ἀκολούθου, ὅτι μοῖρα καί¹ εἱμαρμένη ή ἑκάστου
προαίρεσις γίνεται, τὸ δοκοῦν κατ’ ἐξουσίαν προαιρουμένη.
Ἔτι πρὸς τούτοις, ὡς ἂν μηδὲ τὸ τοιοῦτον ἔχοιεν
λέγειν, ὃτι κατά τὰς ποιάς περικλίσεις τῶν τόπων
ίδιάζουσαί τινες ἄστρων κινήσεις καταλαμϐάνονται,
καὶ διὰ τοῦτο, οἱ μέν μητρογαμοῦσιν, οἱ δὲ ξενοκτο-
velat καί ἀνθρωποὸοροῦσι · τῆς δὲ τῶν ἄστρων τῆς
Θέσεως ἐκείνοις ἰδιαζόντως ἐπιπιπτούσης, εί καὶ παν-
τάπασι τῶν ἀπαιδεύτων καὶτῆς τῶν ὄντων θεωρίας
ανεπισκὲπτων 6 τοιοῦτος λόγος ἐστὶ, τῶν οἰομένων
ὅτι κατά τὰς ποιὰς τῆς γῆς περιγράψας καὶ ἡ ἄνωη
θεν αὐτοῖς λῆξις ἐπιτυποῦται· οὕτω γὰρ ἀν εὑρεθείη C
τὰ γήϊνα τῶν οὐρανίων ἄρχηγικώτερα, εί κατά ταῦτα
νομίζοιτο κάκεῖνα ἔχειν ⁸ ὅμως καὶ τοῦτο προσθήσο
μεν πρὸς ἔλεγχον τῆς ὴπατημὲνης αὐτῶν ὑπολήψεως
Πάντα σχεδὸν τὰ μέρη τῆς γῆς τὸ τῶν Ἰουδαίων
ἐπενεμήθη γένος, ἀνατολικοὶ, νότιοι, μεσογεῶται, δυ-
rimi, προσαρκτικοὶ, πάντα σχεδὸν τὰ ἔθνη μέμικται
πρὸς τὴν τῶν Ἰουδαίων συνοίκησιν. Πῶς τοίνυν ού-
ὁεμία τῶν ἄστρων ἀνάγκη ἐπ’ οὐδενὸς αὐτῶν ἴσχυσέ
τινι τῶν ἐκ τοῦ ἔθνους χαρίσασθαι τὸ ἀλώὸητον, ἀλλ’
ἐν ταῖς μυριοτρόποις τῶν ἄστρων ἐπιπλοκαῖς, ὥσπερ
ἀν συνενεχθῇ τὸ τικτόμενον, ἐν τῷ ὁμοίῳ πάντως
ἐστὶ, κατά τὴν τεταγμένην τῶν ἡμερῶν περίοδον
ὑπομενούσης τὴν λώϐην τῆς φύσεως; 'U δὲ, Ταῦτα
μὲν οὔπω, ιρησὶν, ἐξήτασται παρ’ήμῖν, τίνι λόγῳ
διαφεύγει τὴν ἐκ τῶν ἄστρων ἀνάγκην τὰ νόμοις
κεκρατημένα. παρὰ πολλοῖς τῶν ἐθνῶν · ἡ μέντοι
⁸πῴρῤησις τῶν ἀποϐησομένων, ούκ ἂν μικρὸν είς
ἀπόδειξιν νομισθείη, τοῦ ἀπαραδάτως ἔχειν τά μευ
μοιραμένα ἑκάστῳ. Πῶς γὰρ 6 δεῖνα. τόνδε τὸν
ἀριθμὸν τῶν ἐτῶν βιοτεύσειν, καὶ τοιαῖσδε συντυ-
χίαις κατά τὸν βίον συνενεχυήσεσθαι προμαθὼν,
ού διεψεύσθη, εἰ μή τις ἀνάγκη κατά τὸ ἀπαράϐατον
ἐκείνῳ τε ταῦτα γενέσθαι πάντως ἐπέκλωσε, τῷ τε
προαγορεύοντι διὰ τῆς ποιᾶς τῶν κατά τὸν ἀριθμὸν
σεσημειωμένων παρατηρήσεως δῆλον ἐποίησεν; Εγὼ
κρεῖττον μὲν ἔφην ἐν τοῖς τοιούτοις δοκεῖν ἀγνοεῖν,
ἦ γέλωτος ἀφορμὴν παρασχεῖν τοῖς ἄμαθεστὲροις
τῶν ἡμετέρων δογμάτων · πλὴν ἀλλά μικρά φροντί-
Parnm. fi ιι. XLV.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.