PG 45, col. 180

γάρ προτέρων τελευτώντων, ’ἐτερα ἀντ’ αὐτῶν συν-
ίσταταιο καὶ πάλιν τῶν αὐτῶν πολλάκις μενόντων
ἄλλα τινὰ ἐπιγίνεται· ὡς ποτε μὲν ὲν τούτοις, ποτε
δὲ ὲν ἐκείνοις, καὶ ποτὲ μὲν ἐν πλείοσι, ποτὲ δὲ
ὲν ἐλάττοσι θεωρεῖσθαι⁸ καὶ ἐπὶ τῆς ἀφαιρέσεως,
τῆς τε ἀποϐιώσεως καὶ γεννήσεως τῶν ἀτόμων, ἐν
οἷς θεωρεῖται ὁ τοῦ ἀνθρώπου ὅρος. ἀναγκαζόμεθα
καὶ πολλοὺς λέγειν ἀνθρώπους καὶ ὀλίγους. τῇ
τροπῇ καὶ ἀλλοιώσει τῶν προσώπων ἐκκρουσθείσης
τῆς κοινῆς συνηθείας, καὶ παρά αὐτὸν τὸν τῆς ού-
σίας λόγον· ὥστε συναριθμεῖν τοῖς προσώποις τινὰ
τρόπον καὶ οὐσίας. Ἐπὶ δὲ τῆς ἁγίας Τριάδος
οὐδὲν τοιοῦτον συμϐαίνει ποτὲ, διὰ rb τὰ αύτά
πρόσωπα, καὶ οὐχ ’ἐτερα καὶ ἕτερα λέγεσθαι,
κατά τι αὐτὸ καὶ ὡσαύτως ἔχοντα· μήτε προσθήκην
τινὰ δέχεσθαι αὐτὴν εἰς τετράδα’ μήτε μείωσιν, τὴν
εἰς δυάδα· οὒτε γὰρ γεννᾶται ἢ ἐκπορεύεται ἐκ τοῦ
Πατέροςῆ ἐξ ἐνὸς τῶν προσώπων, ὥστε καὶ τετράδα
εἶναί ποτε τὴν Τριάδα ' οὕτε τελευτᾷ ποτε ἓν τῶν
τριῶν τούτων προσώπων, ὥστε δυάδα τὴν Τριάδα
γίνεσθαι. Προσθήκης δὲ καὶ μειώσεως, τροπῆς τε
καὶ ἀλλοιώσεως μηδεμιᾶς ποτε γινομένης τοῖς τρισὶ
προσώποις, ἄτοπον πρὸς τοῖς τρισὶ προσώποις καὶ
τρεῖς λέγειν θεούς. Πάλιν τὰ τοῦ ἀνθρώπου πρόσωπα
πάντα, οὐκ ἀπὸ τοῦ αὐτοῦ προσώπου κατὰ rb προσ·
εχὲς ἔχει τὸ εἶναι · ’ἀλλὰ τὰ μὲν ἐκ τούτου · τὰ δὲ ἐξ
ἐκείνου εἰς πολλὰ καὶ διάφορα εἶναι πρὸς τοῖς αἰτια-
τοῖς καὶ τὰ αἴτιαο ἐπὶ δὲ τῆς ἁγίας Τριάόος, οὐχ
οὕτως. ’Ἑν γάρ καὶ τὸ αὐτὸ πρόσωπον τοῦ Ιῖατέρος,
ἐξ οὗ ὀ Υἱὸς γεννᾶται, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπο-
ρεύεται. Διὸ καὶ κυρίως τὸν ἕνα αἴτιον ὂντα τῶν αύ-
τοῦ αἰτιατῶν, ’ἐνα Θεόν φαμεν ο ἐπεὶ καὶ συνυπάρχει
αὐτοῖς. Οὔτε γὰρ χρόνῳ διαιρεῖται ἀλλήλων τά πρόσ-
ωπα τῆς θεότητος, οὔτε τόπῳ, ού βουλῇ, οὐκ ἐπιτη-
δεύματι, ούκ ἐνεργείᾳ, οὐ πάθει οὐδενὶ τῶν τοιούτων,
οἷάπερ θεωρεῖται ἐπὶ τῶν ἀνθρώπων ’ἧ μόνον ὃτι ὁ
Πατὴρ, Πατήρ ἐστι, καὶ οὐχ Υἱὸς · Υἱὸς, Υἱός ἐστι
καὶ οὐ Πατήρ’ ὁμοίως καὶ τὸ Πνεῦμα τὺ ἅγιον,
οὐδὲ Πατὴρ, οὐδὲ Υἱός. Διόπερ οὐδεμία ἀνάγκη παρα-
σκευάζει ήμᾶς τρεῖς θεοὺς εἰπεῖν τά τρία πρόσωπα,
ὥσπερ ἐφ’ ἡμῶν πολλοὺς ἀνθρώπους φαμὲν τὰ πολλά
πρόσωπα διὰ τάς εἰρημένας αἰτίας, καὶ οὐ κατὰ λό-
γον ἀναγκαῖον τὸ αὐτὸν κατά αὑτὸν, ἒν καὶ πολλὰ ού
δυνατὸν εἶναι. Ἐστι δὲ καὶ Πέτρος, καὶ Παῦλος, καὶ
Βαρνάϐας, κατὰ rb, ἄνθρωπος, εἷς ἄνθρωπος, καὶ
κατά rb αὐτὸ τοῦτο, κατὰ τὸ, ἄνθρωπος, πολλοὶ ού
δύνανται εἶναι. Λὲγονται δὲ πολλοὶ ἄνθρωποι κατα-
χρηστικῶς, καὶ οὑ κυρίως ⁶ rb δὲ καταχρηστικῶς λε-
γόμενον, οὐκ ἂν τοῖς εὖ φρονοῦσι τοῦ κυρίως προτι-
μηθείη. Διὸ οὐ λεκτέον ἐπὶ τῶν τριῶν προσώπων τῆς
θείας οὐσίας τρεῖς θεοὺς εἶναι, κατὰ τὸ Θεός ο εἷς δὲ
Θεὸς καὶ ό αὐτὸς διὰ τὴν ταυτότητά τῆς ού σίας ἧς ἐστι
Θεὸς σημαντικὸν, καθὼς εἴπομεν.
minime pro-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.