PG 45, col. 181

Θεὸν παραδιδοῦσα , καθόλου παραιτεῖται τρεῖς θεοὺς
εἰπῖν, ἀσέϐειαν ἡγουμένη τὴν πολυθεῖαν, καὶ ἕνα
Θεὸν διόλου κηρύττουσα, μήτε τὰ τῳόσωπα συμφῦ-
ρουσα, μήτε τὴν θεότητα διαιροῦσα· φυλάττουσα
μᾶλλον ταυτότητα θεότητος ἐν ἰδιότησιν ὑποστά-
σεων, ἢ ὡς τριῶν προσώπων. Εἰ δὲ βούλεται ὁ τοιαῦτα
λέγων μαθεῖν τὸ ἀληθὲς, γινωσκέτω ὡς τρεῖς λέγει
ἠ Γραφή ο καίπερ ἕνα ἄνθρωπον τοὺς σύμπαντας γι-
νώσκουσα, κατὰ τὸ, Ἀνθρωπος ὡσεὶ χόρτος αἱ
ἡμέραι αὐτοῦ · οἷα τροφὸς ἀγαθὴ, καὶ ἴδια βρέφη
τοὺς ἀνθρώπους λογιζομένη ’ καὶ ἐνίοτε αὐτοῖς συμ-
ψελλίζουσα, καὶ χρωμένη ὁμοίως ἐκείνοις τῶν ὀνο-
μάτων τισὶν, οὑ παραγινώσκουσα τὸ τέλειον. Ἦ
αὑτὴ γὰρ καὶ ὦτα, καὶ ὀφθαλμοὺς, καὶ λοιπὰ δὴ
μόρια σώματος ἔχειν λέγουσα τὸν Θεὸν, οὑ δόγμα τὸ
τοιοῦτο παραδίδωσι, σύνθετον ,ὁριζομένη τὸ Θεῖον ο
κατὰ τὸν εἰρημένον τρόπον ἐκ μεταφορᾶς τῶν
ἡμετέρων, πρὸς ἀναγωγὴν τῶν μὴ ὰμέσως ἐπὶ⁵ τὰ
ἀσώματα χωρεῖν δυναμένων, τὰ δόγματα ἐκτίθεται·
Πνεῦμα λέγουσα τὸν Θεὸν εἰναι, καὶ πανταχοῦ ἔνθα
τις πορευθείη παρεῖναι τὸ ἁπλοῦν αὐτοῦ καὶ ἀπερί-
γραφον, ἡμᾶς ὲκδιδᾶισκουσα. Οὕτω καὶ τρεῖς ἄνδρας
λέγουσα διὰ συνήθειαν, ἵνα μὴ ξενίζῃ τὸ κοινὸν καὶ
ὲν χρήσει τῶν πολλῶν ὑπάρχον. Καὶ ἕνα φησι δι’
ἀκρίϐειαν, ἶνα μὴ παρασαλεύῃ τὸ τέλος, καὶ ἐν τῇ
φύσει τῶν πραγμάτων θεωρουμένη. Καὶ τὸ μὲν ἡγού-
μεθα συγκαταϐασιν ἐπὶ χρησίμῳ καὶ συμφέροντι τῶν
νηπιωδεστέρων γεγενημένον · τὸ δὲ όριζόμεθα δόγμα
ὲπί βεϐαιώσει καὶ παραδόσει τῆς τελειότητος ἐκτιθέο
μενον. Ἀλλὰ πάλιν φασί τινες δτι, ὥσπερ λέγομεν·
’Υπόστασιςὺποστάσεως,ἡ ὑπόστασις. οὐδὲν διαφέρειο
καί οὑ παρὰ τοῦτο μία ὑπόστασις αἱ πᾶσαι ὑποστά-
est; ο καὶ ὥσπερ οὑσία. οὐσίας οὐδὲν διαφέρει ο καὶ
οὐ παρὰ τοῦτο μία οὑσία αἱ πᾶσαι οὑσίαι ο οὑτως ἂν
εἴποιμεν, Θεὸς Θεοῦ οὐδὲν διαφέρει· καὶ οὑ διὰ τοῦτο
εἷς Θεὸς, αἱ τρεῖς ὑποστάσεις, καθ’ ὧν τὸ Θεὸς
κατηγορεῖται. Καὶ πάλιν, ’Ἄνθρωπος ἀνθρώπου οὐδὲν
διαφέρει, λέγοντες, οὐκ ἀναιροῦμεν τὸ τρεῖς ἀνθρώ-
πους εἶναι Πέτρον καί⁵ Παῦλον καὶ Βαρνάϐαν. Δια-
φέρει γὰρ οὑσία οὑσίας ° καί οὐ καθὸ οὐσία, ἀλλὰ
καθὸ τοιάδε οὑσία ⁸ καὶ ὑπόστασις ὑποστάσεως, καθί
τοιάδε ὑπόστασις, καὶ ἄνθρωπος ἀνθρώπου τοιόσδε
ἄνθρωπος. Καὶ πάλιν Θεὸς Θεοῦ τοιόσδε Θεός ο τὸ δὲ
τοιόσδεῆ τοιόσδε, ἐπὶ δύο ἢ καὶ πλειόνων εἴωθεν λέ-
γεσθαι. Ἀλλὰ ταῦτα μὲν ἐκεῖνοι ⁸ ἡμεῖς δὲ δείξομεν
σόφισμα τὸ πᾶν εἶναι, αὑτοῖς τοῖς εἰρημένοις κε-
χρημένοι, καὶ δεικνύντες μὴ δεῖν, τοιόνδε Θεὸν καὶ
τοιόνδε, ἣ τοιόνδε ἄνθρωπον καὶ τοιόνδε λέγειν ο ἀλλ’
ἢ ἄρα τοιάνδε ὑπόστασιν Θεοῦ καὶ τοιάνδε ὑπόστασιν
ἀνθρώπου. Πολλὰς γὰρ ὑποστάσεις τοῦ ἑνὸς ἀνθρώ-
¹που, καὶ τρεῖς ὑποστάσεις τοῦ ἐνὸς Θεοῦ φαμεν δι-
καίως. Τὸ μὲν οὖν τοιόνδε λεγόμενον, διακρῖναι βού-
λεταί τί τινος κοινωνοῦντος κατ’ έκεῖνο τοΰνομαν ᾧ
τὸ τοιόνδε προστίθεται· οἷον ζῶον τοιόνδε φαμὲν τὸν
ἄνθρωπον, διακρῖναι αὑτὸν βουλόμενοι τοῦ ἵππου,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.