PG 45, col. 193

tatis simile et dissimile. lncorporeum vero qualitas est: ergo incorporeum incorporeo simile. Ad haec,
Cleanthes inquit, nihil incorporeum patitur cum corpore. neque cum incorporeo corpus patitur, sed
corpus cum corpore; verum anima simul patitur cum corpore aegrotante et cum secatur; et corpus
cum animo cruciatur; etenim erubescente et pudibunda anima, corpus rubrum efficitur, et ea me-
tuente, pallescit ; corpus ergo est anima.
Ἐστι δὲ τὸ ἕτερον τῶν λημμάτων ψεῦδος, κατὰ
πρόσληψιν συγκείμενον, τὸ- λέγον, Οὐδὲν ἀσώματον
σώματι συμπάσχει. Τί γὰρ ει μόνῃ τῇ ψυχῇ τοῦτο
πρόσεστιν; Ὥσπερ εἴ τις λέγοι, Οὐδὲν ζῶον τὴν ἄνω
γένυν κινεῖ· ὁ δὲ κροκόδειλος τὴν ἀνω γένυν κινεῖ.
Ἰδοὺ γὰρ ό κροκόδειλος καὶ ζῶον, καὶ τὴν ἄνω γένυν
κινεῖ· τὸν αὐτὸν δὲ τρόπον καὶ ὅταν λέγῃ μηδὲν
ἁσώματονσώματι συμπάσχειν · προσλαμϐάνει γὰρ
τι ζητούμενον τῇ ἀποφάσειο εί δέ τις ὑπόθοιτο ἀλη-
θὲς εἶναι τὸ μηδὲν ἀσώματον σώματι συμπάσχειν ·
ἀλλὰ τὸ ἐπαγόμενον οὐκ ἔστιν ὁμολογούμενον, ὅτι
συμπάσχει ἡ ψυχὴ νοσοῦντι καὶ τεμνομένῳ τῷ σώ-
μστι. ’Δμφιϐάλλεταιγάρ εἴτε τὸ σῶμα μόνον ἐστὶ
τὸ ἀλγοῦν, λαὸὸν παρὰ τῆς ψυχῆς τὴν αἴσθησιν, αὕτη
δὲμένει ἀπαθής · εἴτε καὶ συναλγεῖ τῷ σώματι. Καὶ
κρατεῖ μᾶλλον παρά τοῖς ἐνδοξοτέρους τὸ πρότερον ο
οὐδεὶς δὲ ἐκ τῶν ἀμφιϐαλλομένων συνάγει τοὺς συλ-
λογισμοὺς, ἀλλ’ ὲκ τῶν ὁμολογουμένων ° ἐκ περιου-
σίας δὲ δείκνυται καί τινα ἀσώματα συμπάσχοντα
τοῖς σώμασιν. Αἱ ποιότητες γοῦν ἀσώματοι οὖσαι
πασχόντων τῶν σωμάτωνᾶαὶ αὑταὶ συμπάσχουσιν,
ἕν τε τῇ φθορᾷ καὶ τῇ γεννήσει συναλλοιούμεναι τῷ
ctbnatt. Χρόσιππος δέίφησιν, ὅτι ὁ θάνατός ἐστι
χωρισμὸς ψυχῆς ἀπὸ σώματος· οὐδὲν δὲ ἀσώματον
ἀπὸ σώματος χωρίζεται. Οὐδὲ γάρ ἐφάπτεται σώμα-
τος ἀσώματονο ἡ δὲ ψυχὴ καὶ ἐφάπτεται καὶ χωρί-
ζεται τοῦ σώματος· οὐκ ἄρα ἀσώματος ἡ ψυχή.
Τούτων τὸ μὲν τὸν θάνατον χωρισμὸν εἶναι ψυχῆς
ὰπδ σώματος, ἀληθές ἐστι· τὺ δὲ μὴ ἐφάπτεσθαι
ὰσιὶιματον σώματος, ψευδὲς μέν ἐστι καθόλου λεγό-
μενον· ἐπὶ δὲ τῆς ψυχῆς ἀληθές ο ψεῦδος μὲν, ἐπειδὴ
καὶὴ γραμμὴ ἀσώματος οὖσα, ἐφάπτεται σώματος
καὶ χωρίζεται, ὁμοίως καὶ ἡ λευκότης ⁸ ἐπὶ δὲ τῆς
φθῇς ἀληθές. Οὐ γὰρ ἐφάπτεται τοῦ σώματοςή
ψυχή. Εἰ γάρ ἐφάπτεται, δηλονότι παράκειται αὐτῷ’
εἰδὲ τοῦτο, οὐχ ὅλῳ παράκειται. Ἀδύνατον γάρ
σῶμα σώματι ὅλον ὅλῳ παρακεῖσθαι· καὶ οὕτως οὐκ
ἔσται ὅλον ἔμψυχον τὸ ζῶον. Ὥστε εί μὲν ἐφάπτε-
ται, σῶμα μὲν ἔσταιὴ ψυχή · ὅλον δὲ οὐκ ἔσται ἔμψυχον
τὶ ζῶον. Ei δὲ ὅλον ἐστὶν ἔμψυχον, οὔτε ἐφάπτεται, οὔ·
τε σῶμά ἐστιν ἡ ψυχή· τὸ δὲ ζῶον ὅλον ἔμψυχόν ἐστιν’
οὔτε ἄρα ἐφάπτεται, οὔτε σῶμά ἐστι, καὶ χωρίζεται
ἀσώματος οὖσα. ’Ότι μὲν οὖν οὐκ ἐστιν ἠ ψυχὴ
σῶμα, δῆλον ὲκ τῶν εἰρημένωνο ὅτι δὲ οὐδὲ ἀνού-
σιος, ἑξῆς ῥητέον.
fncorporea: quod igitur non sit anima corpus, manifestum est exiis quae dicta sunt ; quod dubio
procul non sit substantiae ex pers, deinceps declarandum est.
Ἐπεὶ δὲ καὶ Δείναρχος ἁρμονίαν ὡρίσατο τὴν
εξ-νχὴν. καὶ Σιμίας ἀντιλέγων τῷ Σωκράτει τὴν ψυ-
χὴν ἁρμονίαν ἔφασκεν εἶναι, λέγων ἐοικέναι τὴν μὲν
ψυχὴν ἁρμονίᾳ, τὺ δὲ σῶμα λύρα· ἐκθετέον τὰς λύ-
σεις τούτων τὰς ὲν τῷ Φαίδωνι Πλάτωνος κειμένας.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.