PG 45, col. 200

Ἀπομαχομένη γὰρ πρὸς τὴν ἀνεπιτηδειὸτητα τοῦ
ὀργάνου, κᾶν μὴ σφόδρα νήψῃ, καὶ συνδιαστρέφεται .
αὐτῷ, καθάπερ μουσικὸς, συνεξαμαρτάνει τῇ τῆς λύ-
ρας διαστροφῇ , ἐὰν μὴ πρότερον αὐτὴν καταστήσῃ
καλῶς. Διὸ καὶ χρεία τῇ ψυχῇ τῆς ἐπιμελείας τοῦ
σώματος, ἵνα καταστήσῃ αὐτὸ ὄργανον ἐπιτήδειον
ἑαυτῇ · καὶ τοῦτο δὲ ποιεῖ διά τε τοῦ λόγου καὶ τῶν
ἠθῶν, ὡς ἐν ἁρμονίᾳ, τὰ μὲν χαλῶσα, τὰ δὲ ἐπιτεί-
νουσα, ἴνα ἁρμόδιον αὐτὸ ἑαυτῇ κατασκευάσῃ, καὶ
χρήσηται ἐπιτηδείῳ ὀργάνῳ · κᾶν μὴ αὑτὴ συνδια-
στραφῇ αὑτῷ ’ συμϐαίνει γὰρ καὶ τοῦτο. Ἀριστοτέ·
λης δὲτὴν ψυχὴν ἐντελέχειαν λέγων, οὐδὲν ἦττον
συμφέρεται τοῖς ποιότητα λέγουσιν αὐτήν ο διασαφή-
σωμεν δέ πρότερον τὴν ἐντελέχειαν τίνα καλεῖ. Τὴν
οὐσίαν τριχῶς λέγει· τὴν μὲν ὠς ὕλην ὑποκείμενον,
ὂ καθ’ ἐαυτὸ μὲν μηδέν ἐστι, δύναμιν δέ ἔχει πρὸς
γένεσιν ι ἐτε ρον δέ μορφὴ καὶ εἶδος, καθ’ ἢν εἰδοποιεῖ-
ται ἡ ὕλη· τρίτον δέ τὸ συναμφότερον, τὸ ἐκ τῆς
ὕλης καὶτοῦ είδους γεγενημένον, ὅ ἐστι λοιπὸν meo.
χον. Ἐστι μὲν οὖν μέν ὕλη δύναμις , τὸ δέ εἶδος
ἐντελέχεια. Τοῦτο δέ διχῶς νοεῖται, ὡς ἐπιστήμη, καὶ
τὸ θεωρεῖν τὴν ἐπιστήμην · τουτέστι, τὸ μὲν ὡς διὰ-
θεσις, τὸ δὲ ὼς ἐνέργεια · ἐπιστήμη μὲν, ὅτι ἐν
ὑγιαίνειν τὴν ψυχὴν ὑπάρχει⁹ καὶ⁹ ὑπνοῦσαι⁶ καὶ ἐγρη-
γορέναι · πρῶτον δέή μὲν ἐγρήγορσίς ἐστι τῷ θεω-
ρεῖν, ὀ δέ ὒπνος τῷ βλέπειν καὶ μὴ ἐνεργεῖν. Προ-
τέρα δέ ἐστιν ἡ ἐπιστήμη τῆς ἐνεργείας. Διὸ καί
πρώτην ἐντελέχειαν καλεῖ τὸ εἶδος, δεύτερον δέ δια-
φορὰν τὴν ἐνέργειαν · οἷον ὀφθαλμὸς ἐξ ὑποκειμένου
ἐστὶ καὶ εἴδους’ καὶ ἐστι τὸ μὲν ὑποκείμενον ἐν αὐτῷ,
τὸ δέ δεδεγμένον τὴν ὄψιν, ὓλη ὀφθαλμοῦ · καλεῖται
καὶ αὓτη ὁμωνύμως ὀφθαλμός · εἶδος δέ καὶ ἐντελέχεια
ἡ πρώτη ὀφθαλμῶν αὑτήὴ ὄψις, ἡ τὸ δυνατὸν ὁρᾷν αὑτῷ
παρεχομένη. Δευτέρα δέ ἐντελέχεια ἐστι τοῦ ὀφθαλ-
μοῦ ἡ ἐνέργεια, καθ’ ἣν ὁρᾷ. Ὥσπερ οὖν ὁ ἄρτι τεχθεὶς
σκύλαξ, οὺδέ ἑτέραν μὲν ἔχει ἐντελέχειαν, δύναμινδέ
ἔχει τοῦ δέξασθαι τὴν ἐντελέχειαν · οὕτω δεῖ λαϐεῖν
καὶτὸ τῆς ψυχῆς. Ὠς γὰρ ἐκεῖ γεννηθεῖσα ἡ δψις
τελειοῖ τὸν ὀρθαλμδν, οὕτως ἐνταῦθαγεννηθείσαή
ψυχὴ ἐν τῷ σώματι τελειοῖ τὸ ζῶον, ὡς μήτε ἄνευ
σώματος εἷναί ποτε τὴν ψυχὴν, μήτε σῶμα δίχα ψυ-
χῆς. Ἀλλὰ τὸ μὲν ζωτικὸν σῶμα ἔργον τῆς ψυχῆς.
ψυχὴν καλεῖ, χωρίζων αὐτῆς τὸ λογικόν. Ἔδει δὲ
πᾶσαν ὁμοῦ λαϐεῖν τὴν ἀνθρώπου ψυχὴν, καὶ μὴ ἀπὸ
μέρους, καὶ ταῦτα τοῦ ἀσθενεστάτου, περὶ τοῦ παν-
τὸς ἀποφαίνεσθαι. Ἔπειτα τὸ σῶμά φησι δυνάμει τὸ
ζῇν ἐχειν, καὶ πρὸ τοῦ γενέσθαι τὴν ψυχήν. Λέγει
γὰρ τὸ σῶμα δυνάμει ζωὴν ἔχειν ἐν ἐαυτῷ. Δεῖδέ τὸ
σῶμα τὸ δυνάμει ζωὴν ἕχον πρότερον ἐνεργείᾳ σῶμα
εἶναι· οὐ δύναται δὲ ἐνεργείᾳ. σῶμα εἶναι πρὸ τοῦ
δέξασθαι τὸ εἶδος. Ὕλη γάρ ἐστιν ἄποιος, καὶ οὐ τὸ
σῶμα. Ἀδύνατον ἄρα τὸ μὴ ὃν ἐνεργείᾳ δύναμιν
ἔχειν πρὸς τὸ ἐξ αὑτοῦ τι γίνεσθαι. Εἰ δέ καὶ σῶμα
καὶ δυνάμει ἐστί· πῶς τὸ δυνάμει σῶμα, δυνάμεως
ζωὴν ἔχειν ἐν ἐαυτῷ olivarum; ’Ἄλλως τε ἐπὶ μὲν τῶν

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.