PG 45, col. 228

ἡμῶν μαρτυρίου, τῇ τῶν δαιμόνων συμμαχίᾳ προσ-
έδραμον. Εἰ μὲν γάρ ἀθετήσει τῆς πίστεως καὶ πρὸς
τὸ μὴ πιστεύειν εἶναι Θεὸν τὸν παρά τῶν Χριστιανῶν
προσκυνούμενον , ἐκεῖνο ἐποίησαν , δηλαδὴ τῷ κρί-
ματι τῶν παραϐάντων ὑπαχθήσονται. Εἰ δέ τις d651-
στακτος ἀνάγκη κατακρατήσασα τῆς μικροψυχίας
αὐτῶν , εἰς τοῦτο προσήγαγε διά τινος ὴπατημένης
ἐλπίδος παρακρουσθέντας, ὡσαύτως ἔσται καὶ ἐπ’
αὐτῶν ή φιλανθρωπία , καθ’ ὁμοιότητα τῶν πρὸς τὰς
βασάνους ἐν τῷ καιρῷ τῆς ὁμολογίας ἀντισχεῖν μὴ
δυνηθέντων.
Τῶν δὲ δι’ ἐπιθυμίαν τε καὶ ἡδονὴν γινομένων
ἁμαρτημάτων τοιαύτη ἐστίν ἡ διαίρεσις ε τὸ μὲν γὰρ
καλεῖται μοιχεία , τὸ δέ πορνεία. Τισὶ μὲν οὖν τῶν
ἀκριϐεστέρων ἤρεσε καὶ τὸ κατά πορνείαν πλημμέ-
λημα, μοιχείαν εἶναι νομίζειν. Διὸτι μία ἐστὶν ἠ νό-
μιμος συζυγία , καὶ γυναικὶ πρὸς ἄνδρα, καὶ ἀῶρὶ
πρὸς γυναῖκα. Πᾶν οὖν τὸ μὴ νόμιμον παράνομον
πάντως, καὶ 6 μὴ τὸ ἴδιον ἔχων, δηλαδὴ τὸ ἀλλό-
τριον ἔχει · τῷ γὰρ ἀνθρώπῳ μία δέδοται παρὰ τοῦ
Θεοῦ βοηθὸς , καὶ τῇ γυναικὶ μία ἐνρήρμοσται κεφα-
λή. Οὐκοῦν εὶ μέν τις τὸ ἴδιον αὑτοῦ σκεῦος , κα-
θὼς ὀνομάζει 6 θεῖος Ἀπόστολος , ἐαυτῷ κτήσαιτο,
συγχωρεῖ 6 νόμος τῆς φύσεως τὴν δικαίαν χρῆσιν.
El δέ τις ἔξω τοῦ ἰδίου τραπείη, ἐν ἀλλοτρίῳ πάντως
γενήσεται ’ ἀλλότριον δὲ ἑκάστῳ πᾶν τὸ μὴ ἴδιον,
κᾶν μὴ ὁμολογούμενον ἔχει τὸν κυριεύοντα. Οὔκουν
πόρρω τοῦ κατά τὴν μοιχείαν πλημμελήματος , καὶ
ἡ πορνεία τοῖς τὸν ἀκριῆέστερον ἐξετάζουσι λόγον
ἐδείχθη , λεγούσης καὶ τῆς θείας Γραφῆς· ὃτι Μὴ
πολὺς ἴσθι πρὸς ἀλλοτρίαν ο πλὴν ἀλλ’ ἐπειδὴ τοῖς
ἀσθενεστέροις ἐγένετό τις παρά τῶν Πατέρων συμ-
περιφορά. διεκρίθη τὸ πλημμέλημα τῇ γενικῇ διαι-
ρέσει ταύτῃ , ὡς πορνείαν μὲν εἶναι καὶ λέγεσθαι,
τὴν χωρὶς ἀδικίας ἐτέρου γινομένην τισὶ τῆς ἐπιθυ-
μίας ἐκπλήρωσιν · μοιχείαν δὲ , τὴν ἐπιϐουλήν τε
καὶ τὴν ἀδικίαν τοῦ ἀλλοτρίου. Ἐν ταύτῃ δὲ καὶ τὴν
ζωοφθορίαν καὶ τὴν παιδεραστίαν εῖναι λογίζονταιο
διότι καὶ ταῦτα φύσεώς ἐστι μοιχεία. Εἰς γὰρ τὸ ἀλ-
λότριόν τε καὶ παρά φύσιν γίνεται ἡ ἀδικία. Ταύτης
τοίνυν τῆς διαιρέσεως καὶ. ἐν τούτῳ τῷ εἴδει τῆς ἁμαρ-
τίας γεγενημένης , καθολικὴ μέν ἐστι θεραπεία, τὸ
τῆς ἐμπαθοῦς λύσσης . τῆς περὶ τὰς τοιαύτας ἡδονὰς,
καθαρὸν ἐκ μεταμελείας γενέσθαι τὸν ἄνθρωπον ⁶
ἐπὶ δὲ τῶν ἐν πορνείᾳ μολυνθέντων ἀδικία τις τῇ
ἁμαρτίᾳ ταύτῃ οὐ καταμέμικται ’ διὰ τοῦτο διπλάσιον
ὡρίσθη τῆς ἐπιστροφῆς 6 χρόνος τοῖς ἐν μοιχείᾳ μιαν-
θεῖσι, καὶ ἐν τοῖς ἄλλοις τοῖς ἀπηγορευμένοις κακοῖς,
ζωοφθορίᾳ τε καὶ τῇ κατά τοὺς ἄρρενας λύσσῃ ⁸ δι-
πλασιάζεται γὰρ, ὡς εἷπον, ἐπὶ τῶν τοιούτων ἡ
ἁμαρτία. Μία μὲν ἡ κατὰ τὴν τοῦ ἀλλοτρίου ἀδικίαν
συνισταμένη. Διαφορά δέ τίς ἐστιν ἐν τῷ λόγῳ τῆς
μετανοίας , καὶ ἐπὶ τῶν κατά ἡδονὴν πλημμελούντων

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.