PG 45, col. 264

υπαρχούσης, ὁ Ἀέτιος εἰς τὰ βασίλεια δι’ αὑτοῦ παρ-
εδύετο. Τοῦ δέ περὶ τὸν ὕπαρχον Δομετιανὸν καὶ
Μόντιον ἄγους τηνικαῦτα τολμηθέντος τῷ Γάλλῳ,
πάντες οἱ κοινωνοὶ τοῦ μιάσματος συμμετεῖχον, ὡς
εἰκὸς, τῆς ἐκείνου καταστροφῆς. Ἀλλ’ οὗτος ἐκδύνει
τὴν τιμωρίαν, οὐδὲ τοῦ παθεῖν τι κακὸν μετὰ τῶν
συναιτίων τοῦ ἄγους ἄξιος εἶναι κριθείς. Ἐπὶ τού⁸
τοις τοῦ μεγάλου Ἀθανασίου βασιλικῇ δυναστεία τῆς
Ἀλεξανδρέων Ἐκκλησίας μετατεθέντος· Γεωργίου δὲ
τοῦ Ταρὸασθηνίτου τὸν ἐκεῖνον λαὸν διασπῶντος,
πάλιν Ἀλεξανδρεὺς ὁ Ἀέτιος, οὐδενὸς ἔλαττον ἔχων
τῷν ὑποτρεφομένων καί¹ παρασιτούντων τῷ Καππαο
δόκῃ · οὺδέ γὰρ τῆς κολακείας άμελήτως εἶχε ο χαίρειν
δὲ τούτῳ πάλαι τῇ διαστροφῇ κατειλημμένος τοῦ
δόγματος, καὶ εὕρεμα εἶναι τῷ Ἀετίῳ κατ’ ἐξουσίαν
προκείμενος.
Οὐ τοίνυν λανθάνει ταῦτα τὸν γνήσιον αὑτοῦ
ζηλωτὴν Εὐνόμιον τοῦτον, ὃς τοῦ κατὰ φύσιν ἑαυτοῦ
πατρὸς βελτίστου τά ἄλλα, πλὴν γενέσθαι τοιούτου
πατέρα, εὐγνώμονα μὲν καταμαθὼν, καὶ νενομι-
σμένην τὴν τοῦ βίου διαγωγὴν, μοχθηρὰν δὲ διὰ
πενίαν, καὶ μυρίων γέμουσαν πόνων (γεωργὸς γάρ
τις ἦν ἐπικεκυφὼς τῷ ἀρότρῳ, καὶ πολὺν πόνον
περὶ τὸ βραχὺ γήδιον ἔχων ’ διὰ δὲ τοῦ χειμῶνος,
ὅτε τῶν περὶ τὴν γῆν καμάτων εἶχε τὴν ἄδειαν, τὰ
πρῶτα στοιχεῖα, καὶ τὰς συλλαϐὰς τοῖς παιδίοις
ὑποχαράσσων εὐμηχάνως διὰ τῶν μισθωμάτων ὲκεί-
νων τὰ πρὸς τὸν βίον ἐπεσιτίζετο)·ταῦτα τοίνυν περὶ
τὸν ἑαυτοῦ πατέρα βλέπων, ἐρρῶσθαι φράσας τῷ τε
ἀρότρῳ, καὶ τῇ σμινύη, καὶ πᾶσι τοῖς πατρικοῖς
ἐργαλείοις, ὡς ἂν μὴ καὶ αὐτὸς προσταλαιπωροίη
τοῖς ὁμοίοις τῶν πόνων, πρῶτον μὲν τῆς Προυνίκου
σοφίας γίνεται μαθητής · καὶ γράφειν είς τάχος ἐκ·
μελετήσας, συνῆν τὰ πρῶτα τῶν ἐκ τοῦ γένους
οἶμαί τινι, μισθὸν τῆς ἐν τῷ γράφειν ὑπηρεσίας τὴ)
τροφὴν ἔχων ’ εἶτα παιδαγωγῶν τοῦ τρέφοντος αὑτὸν
τὰ μειράκια, κατ’ ὀλίγον εἰς ῥητορικῆς ἐπιθυμίαν
προέρχεταιο καὶτὰ ἐν τῷ μέσῳ παρίημι⁶ τόν τε
ἐπὶ τῆς πατρίδος αὐτοῦ βίον , καὶ ἐφ’ οἷς ἐν τῆ lim
σταντίνου πόλει κατελήφθη, καὶ μετὰ τίνων. Μετὰ δὲ
ταῦτα περὶ χλανίδα, καὶ ζώνην ἀσχοληθεὶς, ὥς φασιν.
Ἐπειδὴ πάντα μικρὰ, καὶ οὐδὲν τῆς ἐπιθυμίας
ἄξιον ἐκ τῆς περὶ ταῦτα σπουδῆς ἐώρα συναγειρόσ
μενον , καταλιπὼν τὰ λοιπὰ τοῦ βίου ἐπιτηδεύματα,
μόνον ἐξ ἁπάντων ἐθαύμασε τὸν Ἀέτιον · οὐκ ἀσυνέ-
τως, οἲ μαι, πρός γε τὸν ἑαυτοῦ σκοπὸν είς ἐπίνοιαν βίου
τοῦτο ἐπιλεξάμενος. Ἀφ’ οὗ γὰρ μετέσχε τῆς ἁπορο
ῥήτου ταύτης σοφίας, ἐξ ἐκείνου πάντα ἄσπαρτα
αὐτῷ καὶ ἀνήροτα φύεται, σοφὸς γάρ τίς ἐστι, περὶ ἃ
57. Sed huc non pertinet ille Prunicus, sed iste de
quo Suidas : Προύνικος δρομαῖος γοργὸς. Nam Pru—
nici sunt cursOres, celeres, veloces instar curso-
ui onera mercede portant: hic
rum: item bajuli
iysseno usurpatur.
pro celeri scriba a

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.