PG 46, col. 1152

ΚΑΙ ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ, ΚΑΙ ΕΙΣ ΤΟΝ ΔῙΚΔΙΟΝ ΣΥΜΕΩΝΑ.
EJUSDEM
DE OCCURSU DOMINI,
DE JUSTO SIEIEONE.
Laurentio Siiano interprete.
'0 τῇ φρονήσει τῶν οὐρανίων μετέωρος, 6 τῇ κατα-
φρονήσει τῶν ἐπιγείων μετάρσιος, Παῦλος 6 θεόλη-
πτος νοῦς, ή Χριστοοιίνητος γλῶττα, 6 τοῦ όξυγράφου
γραμματέως ὼραιότατος κάλαμος, 6 καλλιγραφήσας
τῇ Ἐκκλησία τῆς ἀληθείας τά δόγματα, τὸ ὲν τῇ χειρὶ
τοῦ δυνατοῦ θεοχάλκευτον βέλος, τὸ ὲν τῇ καρδίᾳ τοῦ
κοσμοκράτορος τοῦ σκότους καιρίαν rimae” πληγὴν,
ή άπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ,
μᾶλλον δὲ μέχρι τῶν περάτων τῆς γῆς φάνασα
ἀστραπὴ, ἡ τῆς θείας βροντῆς ὲν τῷ μυστικῷ τροχῷ
τοῦ Εὐαγγελίου, τῷ κατὰ πάσης κυλισθέντι τῆς οἱ·
κουμένης, ή διειδεστάτη καὶ μεγαλόθρους φωνή · οὗτος
ὡς ἐξ αὐτῶν τῶν τοῦ παραδείσου ἀδύτων φθεγγόμεο
νος, ἔνθα τῶν ἀρρήτων ῥημάτων αὐτήκοος γέγονεδ
μᾶλλον δὲ ὡς ἐξ αὐτοῦ τοῦ θρόνου τοῦ inimici τε καὶ
ἐπηρμένου τῆς δόξης ἔνθα παρίσταται · προπομπὴν
ἔντιμον τῇ παρούσῃ ἁγίᾳ καὶ Δεσποτικῇ ἑτοιμαζόμεο
νος ἑορτῇ, πρὸς ὑποδοχὴν τοῦ βασιλέως τῆς δόξηςο
καθάπερ τινὰ μυστικωτάτην σύγκλητον, τὸν τῆς
Ἐκκλησίας λαὸν, τὸ βασίλειον ἱεράτευμα στιχηδδν,
ὡς άν τις εἴποι, παρασκευάζει τῆς εὐσχήμονος πολι-
τείας τὴν τάξιν, ρυθμίαν τε καὶ εὐαρμοστίαν διατατ-
τόμενός φησιν, Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς
φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε · ταῖς δὲ φρεσὶ
τέλειοι γίνεσθε. Οὕτω γὰρ τῷ παντελείῳ καὶ ai-
ωνίῳ Θεῷ, ᾧ τὴν πανήγυριν ἄγομεν σήμερον, τῷ δι’
ἡμᾶς κατὰ σάρκα ἐπ’ ἐσχάτων νηπιάσαντιι ἐξ οὗ
πᾶν δώρημα καὶ τελειωτικόν ” τῷ τὴν κατὰ φύσιν
ὑπερφυῶς τῆς ἀρετῆς τελειότητα καὶ ἐν τῷ ἀνθρωι
C πίνῳ ἑαυτοῦ καταστήματι ὲπιδείξαντι σύσσωμοί τε
καὶ συμμέτοχοι γενησόμεθα, καὶ πρὸς τιμὴν αὐτοί
καὶ δόξαν ή Ἐκκλησίας ἔσται συνέλευσις. Οῦτω γὰρ
τὴν άρτιγενῆ αὐτοῦ σωματικῶς θεοφάνειαν 6 προφη-
τικδς αἰνιττόμενος λόγος, τοῖς χαρακτῆρσι τῆς θεο-
πρεποῦς αὐτοῦ ὑπογράφει τελειότητος. Διότι · πρὶν
ἢ γνῶναι, φησὶ, τὸ παιδίον καλὸν ἢ κακὸν, ἀπειθεῖ
πονηρίᾳ, ἐκλέξεται τὸ ἀγαθόν, ὅπερ ἄκρας καὶ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.