PG 46, col. 185

In English: On Infants' Early Deaths 1

βλέποι ἐν ἐμέτοις καὶ καρηϐαρίαις καὶτῷ παραφθέγ-
γεσθαί τι τῶν οὐ δεόντων. χάριν ὁμολογεῖ τῷ πρὸ τοῦ
τοιούτου πάθους τῆς ἀμέτρου πλησμονῆς ἀποστή·
σαντι. Ei δὴ νενόηται ἡμῖν τὸ ὑπόδειγμα, ῥᾴδιον ἂν
εἴη προσαγαγεῖν τὸ ἐν τούτῳ καταληφθὲν ἡμῖν Θεώ-
ρημα τῷ προκειμένῳ νοήματι. Τί γὰρ τὸ προκείμενον
ἧν; Ὄτου χάριν ό Θεὸς, πολλῆς οὔσης τοῖς πατράσι
σπουδῆς φυλαχθῆναι ἑαυτοῖς τὸν τοῦ βίου διάδοχον,
ἄωρον πολλάκις ἐν τῷ τέλει τῆς ἡλικίας ἐᾷ τὸ τεχθὲν
ἀναρπάξεσθαι; Πρὸς οὒς ἐροῦμεν⁹ τδ συμποτικὸν
ἐκεῖνο ὑπόδειγ μα’, ὅτι τῆς τοῦ βίον τραπέζης πολλήν τε
καὶ παντοδατιίην τῶν ἐδωδίμων τὴνυπαρασκευὴν ἐχού-
σης (νόει δέ μοι κατὰ τὴν ὀψαρτυτικὴν ἐμπειρίαν μὴ
πάντα τῷ τῆς ἡδονῆς μέλιτι τά τοῦ βίου καταγλυκαί-
νεσθαι , ἀλλ’ ἐστιν ὅπου καὶ τοῖς αὑστηροτέροις τῶν
συμπομάτων τὴν ζωὴν ἐπαρτύεσθαι , οἷα δὴ φιλοτεχνοῦ,
σιν οἱ τῶν περὶ γαστέρα καὶ θοίνην ἡδονῶν τεχνῖται,
τοῖς δριμυτέροις, ἢ ἁλμῶσιν, ἢ παραστύφουσιν τὰς
ὀρέξεις τῶν δαιτυμόνων ἀναρριπίζοντες)· ἐπεὶ οὖν οὐ
διὰ πάντων ἐστὶ τῶν πραγμάτων μελιειδὴς ό βίος, ἀλλ’
ἐστιν ὲν οἷς ἅλμη τὸ ὄψον ἐστὶν, ἦ στύψις,ῆ eaeam.
ἦ δηκτική τις καὶ δριμεῖα ποιότης ἐντριϐεῖσα τοῖς
πράγμασι , δύσληπτον ποιεῖ τὴν καρυκείαν τοῦ βίου,
πλήρεις δὲ oi τῆς ἀπάτης κρατῆρες παντοδαποῦ κρά-
ματος· ὧν οἱ μὲν τὸ φυσῶδες πάθος διὰ τοῦ στύφου τῆς
ἀπάτης ἐμποιοῦσιν. οἱ δὲ εις παραφορὰν τοὺς ἐμπιόν-
τας ἐξεκαλέσαντο, ἄλλοις δὲ τῶν πονηρῶς κτηθέντων
τὸν ἔμετον διὰ τῆς αἰσχρᾶς άποτίσεως ἀνεκίνησαν.
Ὡς ἂν οὖν μὴ ἐπιχρονίζοι τῇ τοιαύτῃ τῆς τραπέ..
ζης παρασκευῇ ό μὴ δεόντως τῷ συμποσίῳ χρησά.
μενος, θᾶττον ἐξάγεται τοῦ τῶν δαιτυμόνων πληρώ-
ματος, κερδαίνων τὸ μὴ ἐν ἐκείνοις γενέσθαι, ὧν ἡ
ἀμετρία τῆς ἀπολαύσεως τοῖς λαιμαργοῦσι πρόξενος
γίνεται. Τοῦτό ἐστιν ὅ φημι τελείας εἶναι προνοίας
κατόρθωμα, τὸ μὴ μόνον συστάντα θεραπεύειν τὰ
πάθη. ἀλλὰ καὶ κωλύειν πρὸ τῆς συστάσεως. Ὅ δὴ
καὶ περὶ τοῦ θανάτου τῶν άρτιτόκων ὑπενοήσαμεν,
ὃτι ὁ λόγῳ τὰ πάντα ποιῶν ὑπὸ φιλανθρωπίας ἀφ-
αιρεῖται τῆς κακίας τὴν ὕλην, μὴ διδοὺς καιρὸν τῇ
προαιρέσει τῇ διὰ τῆς προγνωπικῆς δυνάμεως γνω-
ρισθείσῃ διὰ τῶν ἔργων ἐν κακίας εξοχῇ δειχθῆναι
οἱα ἐστὶν, ὅταν πρὸς τὸ κακὸν τὴν ὁρμὴν ἔχοι. Πολ-
λάκις δὲ τὴν σεσοφισμένην τῆς φιλαργυρίας ἀνάγκην
διὰ τῶν τοιούτων ἐλέγχει ὁ συνιστῶν τὸ τοῦ βίου συμο.
πόρσιον, ὡς ἂν, οἶμαι, γυμνὸν τῶν εὑπροσώπων προ-
καλυμμάτων τὸ τῆς φιλαργυρίας ἀρρώστημα φαί-
νοιτο, μηδενὶ παραπετάσματι πεπλανημένῳ συσκιά-
ζόμενον. Φασὶ γὰρ οἱ πολλοὶ διὰ τοῦτο ταῖς τοῦ πλείονος
ἐπιθυμίαις ἐπιπλατύνεσθαι, ὡς ἂν πλουσιωτέρους τοὺς
ἐξ αὐτῶν γεγονότας ποιήσαιεν. ὧν ἐλέγχει τὴν νόσον
ἰδίαν οὖσαν, οὐκ ἐξ ἀνάγκης ἐγγινομένην, ἡ ἀπροφάσι-
στος τῶν ἀτέκνων πλεονεξία. Πολλοὶ γὰρ οὔτε ἔχοντες
δι usam; ἐπὶ πολλοῖς.οἷς ἐμόχθησαν. οὔτε ἐν ἐλπίσι τοῦ
σχεῖν ὄντες, ἀντὶ μυρίων τέκνων πολλὰς ἐπιθυμίας ἐν
ἑαυτοῖς παιδοτροφοῦσιν, οὐκ ἔχοντες ποῦ τὴν ἀνάγ-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.