PG 46, col. 240

Ei. μὲν οὖν ἦν δυνατὸν καὶ νῦν γίνεσθαι οὕτως, ὥστε
παρᾶ τῆς σῆς συνέσεως δίδοσθαι λόγῳ τὴν ἀφορμὴν,
τῷ παντὶ κρεῖττον ἂν ἦν τὸ τοιοῦτον. Διχόθεν γὰρ ἂν
ὑπῆρχεν ἀμφοτέροις τὸ κέρδος , ἔκ τε τοῦ προσορᾷν
ἀλλήλους, (οὗ τί γλύκιον τῶν κατὰ τὸν βίον ἐμοί ;) καὶ
ἐκ τοῦ παρὰ τῆς σῆς φρονήσεως, πλήκτρου δίκην,
τὴν γηραιὰν ήμῶν ἀνακινεῖσθαι κιθάραν. Ἐπεὶ δὲή
τοῦ βίου ἀνάγκη διεστάναι ἡμᾶς παρασκευάζει τῷ
σώματι, κᾶν εἰ τὰς ψυχὰς συναπτώμεθα , ἀναγκαῖον
ἂν εἴη , καὶ τὸ σὺν πρόσωπον ὑποδύεσθαι, εἴ πού τις
ἀντίρρησις πρὸς τὸν λόγον, κατὰ τὸ ἀκόλουθον, ἡμῖν
ἀναφανείη. Καλῶς δ’ ἂν ἔχοι ὑπόθεσίν τινα τῶν
ψυχωιρελῶν προθεῖναι τῷ τῶν γραμμάτων σκοπῷ ,
εἶθ’ οὕτω πρὸς τὸ προκείμενον ἀσχοληθῆναι τῷ λόγῳ.
Οὐκοῦν, ὡς ἐν προϐλήματι, ζητείσθω παρ’ ήμῶν·
Τί τοῦ Χριστιανοῦ τὸ ἐπάτγελμα;
Τάχα γάρ οὐκ ἔξω τοῦ λυσιτελοῦντος ή περὶ τούτου
σκέψις γενήσεται. Εἰ γὰρ ἀκριϐῶς εὑρεθείη τὺ διὰ
τοῦ ὀνόματος τούτου δηλούμενον, πολλὴν ἂν λάϐοιμεν
πρὸς τὸν κατ’ ἀρετήν βίον συνεργίαν · άληθῶς, ὅπερ
ὀνομαζόμεθα , τοῦτο καὶ εἶναι διὰ τῆς ὑψηλῆς πολι-
τείας σπουδάζοντες. Ὥσπερ γὰρ εῐ τις ίατρὺς, ἢ ρή-
τωρ, ἢ γεωμέτρης καλεῖσθαι ποθήσειεν, οὐκ ἂν δέξαιτο
τῇ ἀπαιδευσίᾳ τὴν ἐπωνυμίαν ἐλέγχεσθαι, μὴ εὑρι-
σκόμενος ἐπὶ τῆς πείρας ὃ ὀνομάζεται, ἀλλ’ ὁ κατὰ
ἀλήθειάν τι τούτων προσαγορεύεσθαι θέλων, ὡς ἂν
μὴ ψευδώνυμος ἡ κλῆσις ἐλέγχοιτο, αὐτῷ τῷ ἐπιτη-
δεύματι τὴν προσηγορίαν πιστώσηται· τὸν αὑτὸν καὶ
ἡμεῖς τρόπον, εἴπερ τὸν ἀληθῆ σκοπὸν τοῦ Χριστια-
νοῢ ἐπαγγέλματος ἐξετάζοντες εὕρομεν · οὐκ ἂν ἑλοί-
μεθα μὴ εἶναιτοῦτο, ὅπερ τὸ όνομα ὑπὲρ ήμῶν ἐπαγ-
γέλλεται · ὡς ἂν μὴ τὺ περὶτοῦ πιθήκου διήγημα τὸ
παρὰ τοῖς ἔξω περιφερόμενον καὶ ήμίν ἐφαρμόσειε.
Φασὶ γάρ τινα τῶν θαυματοποιῶν ἐπὶ τῆς Ἀλεξάν-
δρου πόλεως ἀσκήσαντα πίθηκον διά τινος εὐστρο-
φίας όρχηστικῶς σχηματίζεσθαι, καὶ περιθεῖναι αύτῷ
πρόσωπον ὀρχηστικδν, καὶ ἐσθῆτα τῷ ἐπιτηδεύματι
πρόσφορον · κα)⁴ χορὸν αύτῷ περιστήσαντα, ἐνευδοκι-
μεῖν τῷ πιθὴκῳ πρὸς τὸν τοῦ μέλους ῥυθμὸν ἑαυτὸν
ἐκλυγίζοντι, καὶ διὰ πάντων ἐπικρυπτομένῳ τὴν φύ-
σιν, οἷς ἐποίει τε καὶ ἐφαίνετο. Κατεχομένου δὲ τοίἱ
θεάτρου πρὸς τὸ καινοπρεπὲς τοῦ θεάματος, παρόντα
τινὰ τῶν ἁστειοτέρων παιδιᾷ τινι δεῖξαι τοῖς προσκε-
χηνόσι τῷ θεάματι, πίθηκον ὄντα τὸν πίθηκον. Ἐπι-
6οιὶιντων γὰρ πάντων, καὶ ἐπικροτούντων ταῖς τοῦ
πιθήκου περιστροφαῖς, εὐρύθμως πρὸς τὴν ᾠδὴν καὶ
τὸ μέλος συγκινου μένου , ῥίψαι φασὶν αὐτὸν ἐπὶ τῆς
ὀρχήστρας τῶν τραγημάτων ἐκεῖνα ὃσα τὴν λιχνείαι
τῶν τοιούτων θηρίων ἐφέλκεται · τὸν δὲ μηδὲν μελλή
σαντα, ἐπειδὴ διασπαρέντα εἶδε πρὸ τοῦ χοροῦ τᾷ
ἀμύγδαλα , ἐκλαθόμενον τῆς τε ὀρχήστρας , καὶ τῶί

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.