PG 46, col. 257

καὶ ἀλόγου γινόμενος. Τοιούτους δὲ πολλοὺς ἔστιν ἰδεῖν
ἐν μόσχου κεφαλῇ, τουτέστιν ἐν τῷ τῆς είδωΑολατρείας
δόγματι, τὸν εὐσχήμονα κατορθοῦντας βίον (οἷον τὸν
Μινώταυρον γράφουσιν), οἱ ἐν Χριστιανῷ προσώπῳ
θηριωδῶς ὑφαρμόζοντες τῷ βίῳ τὸ σῶμα, οἵους τοὺς
κενταύρους ἦ τοὺς δρακοντόποδας πλάττουσιν. Ὠς
ἂν τοίνυν, καθάπερ ἐπὶ σώματος ἀνθρώπου, ό
Χριστιανὸς γωρίζοιτο, πάντων προσήκει τῶν κατὰ
τὸν Χριστὸν νοουμένων ἀγαθῶν τὸν πιστὸν ἐνσημαί-
νεσθαι τῷ βίῳ τοὺς χαρακτῆρας. Τὸ γὰρ ἐν τινι μὲν
εἶναι τοιοῦτον οἷον τὸ ὄνομα βούλεται, ἐν ἑτέροις δὲ
πρὸς τά ἐναντία ῥέπειν, οὐδὲν ἕτερόν ἐστιν, ἢ είς
πολεμίου τάξιν αὑτὸν πρὸς ἐαυτὸν διατέμνεσθαι, δι’
ἀρετῆς καὶ κακίας ἐν ἐαυτῷ στασιάζοντα, ἄσπονδον
αὐτὸν αὐτῷ καὶ ἁσύμὸατον τῷ βίῳ γινόμενον. ι Τίς
γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ι φησὶν ό Ἀπό-
στολος.
tui vicem obtinens in teipsum dividatis, quod eam seditionem in te per virtutem et vitium concites, ut
nulla ratione tibi ipse in vita placari conciliarique possis. ι Etenim quae societas luci ad tenebras? ι
ιιι inquit Apostolus ⁵.
Ἐπεὶ οῦν ἄμικτος τῷ φωτὶ καὶ άμεσίτευτός ἐστιν
ἠ ἐναντίωσις ⁸ ὁ ἀμφοτέρων ἐχόμενος, καὶ μὴ θάτε-
ρον αὐτῶν μεθιεὶς, τῇ τῶν άντιστοιχούντων ἀλλήλοις
ἐναντιότητι καὶ αὐτὸς κατ’ ἀνάγκην συνδιασχίζεται,
φῶς κατὰ ταύτὸν καὶ σκότος ἐν τῷ συμμίκτω βίῳ
γινόμενος ο τῆς μὲν πίστεως τὸν φωτισμὸν ἐνιείσης,
τοῦ δὲ σκοτεινοῦ βίου τὴν ἐκ τοῦ λόγου λαμπηδόνα
καταμελαίνοντος. Ἐπεὶ οὖν ἄμικτός ἐστι καὶ άσύμ-
ϐάτος τῷ φωτὶ πρὸς τὸ σκότος ἡ κοινωνία, ὁ ἐκα-
τέρου τῶν ἐναντίων περιεχόμενος, αὐτὸς ἐαυτῷ πο-
λέμιος γίνεται, διχῆ μερισθεὶς πρὸς ἀρετὴν καὶ⁵
κακίαν, καὶ⁸ ἐαυτῷ πρὸς ἀντίπαλον τάξιν ἀντικαθιστά-
μενος. Ὠσπερ δὲ οὐκ ἔστιν ἐν δύο πολεμίοις ἀμφοτέ-
ρους νικητάς κατ’ ἀλλήλων γενέσθαι (ὴ γὰρ τοῦ ἐνὸς
νίκη θάνατον τοῦ ἀντικειμένου πάντως ἐργάζεται),
οῦτω καὶ ἐπὶ ταύτης τῆς ἐμφυλίου μάχης, τῆς διὰ
τοῦ συμμίκτου βίου συνισταμένης, οὔ πως ἔστι νικῆ-
σαι τὴν κρείττονα παράταξιν, μὴ πανωλεθρίᾳ τῆς
ἄλλης διαφθαρείσης. Πῶς γὰρ ό τῆς εὐσεϐείας στραο
τὸς κρείττων τῆς κακίας γενήσεται, τῆς πονηρᾶς
φάλαγγος τῶν ἐναντίων ἀντιϐαινούσης; ἀλλ’ εί μέλ-
λοι νικᾷν τὸ κρεῖττον, φονευθήσεται πάντως τὸ άν-
τικείμενον. Καὶ οὕτως ἡ ἁρετὴ κατὰ τῆς κακίας
ἕξει τά νικητήρια, ὅταν πᾶν τὸ πολέμιον αὐτῇ διὰ
τῆς τῶν λογισμῶν συμμαχίας μεταχωρήσῃ πρὸς τὸ
ἀνύπαρκτον. Καὶ τότε πληροῦται τὸ ἐκ προσώπου
τοῦ Θεοῦ διά τῆς προφητείας λεγόμενον, ὅτι ι Ἐγὼ
ἀποκτενῶ , καὶ ζῇν ποιήσω. ι Οὐ γὰρ ἔστιν ἄλλως
τὸ ἐν ἐμοὶ ἀγαθὸν ζῆσαι, μὴ τῷ θανάτῳ πολεμίου
ζωοποιούμενον. Ἕως δ’ ἂν τῶν δύο περιεχώμεθα,
ἑκατέρᾳ χειρὶ τῶν ἐναντίων ἁπτόμενοι, ἀδύνατον
κατὰ ταύτὸν τῶν ἀμφοτέρων ἔχειν τὴν μετουσίαν.
⁵ ιι Cor. vi, 14. ⁸ Deut. xxxii, 59.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.