PG 46, col. 260

τερον συμμορφωθῆναι βίον, διὰ τῆς τῶν λοιπῶν ὀνο-
μάτων ἐμφάσεως είς ἀρετὴν ρυθμιζόμενον. Ὅσα
τοίνυν ὲν τοῖς προοιμίοις τοῦ λόγου ῥήματά τε καὶ
ὀνόματα παρὰ τῆς ἁγίας τοῦ Παύλου φωνῆς ἑρμη-
νευτικὰ τῆς τοῦ Χριστοῦ σημασίας σὐνελεξάμεθα ,
ταῦτα προθέντες είς ,τήν προκειμένην ἡμῖν σπου-
δὴν, ἀσφαλεστάτην ὁδηγίαν είς τὸν βίον τὸν κατ’ ἀρε.
τήν ποιησόμεθα, τὰ μὲν μιμούμενοι, καθὼς ὲν τοῖς
φθάσασιν εἴρηται, τὰ δὲ προσκυνοῦντες καὶ σεϐαζό-
μενοι. Γενέσθω δὲ ήμῖν τάξις τῶν εἰρημένων ή άπ-
αρίθμησις. Οὐκοῦν ἀπὸ τῶν πρώτων ἀρξόμεθα· Χρι-
στὸς, φησὶ, Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Διὰ τούτων
πρῶτον μὲν τὰς θεοπρεπείς ἐννοίας διὰ τῆς τοῦ
Χριστοῦ προσηγορίας μανθάνομεν , δι’ ὧν σεϐάσμιον
ἡμῖν τὸ δνομα γίνεται. Ἐπειδὴ γὰρ πᾶσα ή κτίσις,
ὅση τε τῇ αἰσθήσει γινώσκεται, καὶ ή τῆς αἰσθητικῆς
ὑπερκειμένη κατανοήσεως, δι’ αὐτοῦ γέγονε, καὶ ὲν
αὒτῷ συνέστηκεν, ἀναγκαίως πρὸς τὸν ὁρισμὸν τῆς
τοῦ Χριστοῦ παρουσίας τοῦ τὰ πάντα ποιήσαντος, ή
σοφία τῇ δυνάμει συμπλέκεται. Τοῦτο νοούντων ήμῶν
διά τῆς τῶν δύο τούτων φωνῶν συζυγίας, τῆς δυνά-
μεώς τε λέγω καὶ τῆς σοφίας , ὅτι οὐκ ἂν ἦν τὰ με-
γάλα ταῦτα καὶ ἄφραστα τῆς κτίσεως θαύματα,
μὴ σοφίας μὲν τὴν γένεσιν αὐτῶν ἐπινοούσης, δυνά-
Μερίζεται τοίνυν καταλλήλως είς διπλῆν ἔμφασιν
τὺ τοῦ Χριστοῦ σημαινόμενον , εἰς τὴν σοφίαν τε καὶ
τὴν δύναμιν, ἵν’ ὅταν μὲν πρὸς τὸ μέγεθος τῆς τῶν
ὄντων συστάσεως ἀποϐλέψωμεν, τὴν ἄφραστον αὐτοῦ
δύναμιν διὰ τῶν καταλαμϐανομένων νοήσωμεν. Ὅταν
δὲ λογιζώμεθα ὅτι τὰ μὴ ὄντα παρῆλθεν είς γένεσιν,
τῆς πολυειδοῦς ὲν τοῖς οῦσι φύσεως διὰ -θείου νεύ-
ματος οὐσιωθείσης , τότε τὴν ἀκατάληπτον σοφίαν
τὸν Χριστὸν πιστεύειν. Ὃ γάρ τις ἐπικαλεῖται προσ⁴
ευχόμενος, καὶ πρὸς 6 βλέπει τῷ τῆς ψυχῆς ὀφθαλε-
μῷ, τοῦτο πρὸς ἑαυτὸν διὰ τῆς εὐχῆς ἐπισπᾶταιο
καὶ οὕτω δυνάμει τε κραταιοῦται πρὸς τὸν ἔσω άν-
θρωπον, καθώς φησιν 6 Ἀπόστολος, 6 πρὸς τὴν
δύναμιν βλέπων (Χριστὸς δέ ἐστιν ἡ δύναμις), καὶ
σοφὸς γίνεται, καθὼς ή Παροιμία φησὶν, 6 τὴν σο-
(ptav'érttxalodvusvog, ⁷ἧτίς πάλιν νοεῖται 6 Κύριος.
Οὐκοῦν δτῷ Χριστῷ συνονομαζόμενος,ὄς ἐστι δύνα-
μίς τε καὶ σοφία, καὶ τῇ δυνάμει συνονομάζεται,
δυναμωθεὶς κατὰ τῆς ἁμαρτίας, καὶ τὴν σοφίαν ἐν
ἐαυτῷ δείξει, τῇ ἐκλογῇ τοῦ βελτίονος. Σοφίας δὲ καὶ
δυνάμεως ἐν ἡμῖν δεικνυμένων, τῆς μὲν τὸ καλὸν
αἱρουμένης, τῆς δὲ δυνάμεως τὸ νοηθὲν βεϐαιούσης,
κατορθοῦται τοῦ βίου τὸ τέλειον δι’ ἀμφοῖν συμπλε-
κόμενον. Οὖτω καὶ εἰρήνην τὸν Χριστὸν νοήσαντες,
ἀληθῆ τοῦ Χριστοῦ τὴν κλῆσιν ἐφ’ ἑαυτῶν ἐπιδείξο- ι
μεν, ἐὰν διὰ τῆς ὲν ἡμῖν εἰρήνης τὸν Χριστὸν τῷ ’
βίῳ ὲπιδειξώμεθα. Ἐκεῖνος τήν ἔχθραν ἀπέκτεινε,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.