PG 46, col. 261
κακίας καθ’ ἑαυτῶν ἀναστήσωμεν; πονηρὰν ἀνάστα-
σιν τῆς καλῶς ἀποθανούσης κατεργασάμενοι. Ἀλλ’
εἰ τὸν Χριστὸν ἔχομεν, ὃς ἐστιν ἡ εἰρήνη, καὶ ἡμεῖς
ὲν ἑαυτοῖς τήν ἔχθραν νεκροποιὴσωμεν, ἵν’ ὅπερ ἐν
ἐκείνῳ πιστεύομεν, τοῦτο καί. ὲν τῷ ἡμετέρῳ κατορ-
θώσωμεν βίῳ. Ὠς γὰρ ἐκεῖνος τὸ μεσότοιχον τοῦ
φραγμοῦ λύσας, τοὺς δύο ἔκτισεν ὲν ἑαυτῷ εἰς ἕνα
καινὸν ἄνθρωπον , ποιῶν εἰρήνην · οὕτω καὶ ἡμεῖς
εἰς καταλλαγὰς ἀγάγωμεν ού μόνον τοὺς ἔξωθεν ἡμῖν
προσμαχομένους, ἀλλά καὶ τοὺς ὲν ἡμῖν αὐτοῖς στα-
σιάζοντας, ἵνα μηκέτι ἡ σὰρξ ἐπιθυμῇ κατά τοῦ
πνεύματος, τὸ δὲ πνεῦμα κατά τῆς σαρκός’ ἀλλ’
ὑποταγέντος τοῦ σαρκώδους φρονήματος τῷ θείῳ
νόμῳ, εἰρηνεύωμεν ἐν ἑαυτοῖς, εἰς ἕνα τὸν καινόν τε
καὶ εἰρηνικὸν ἄνθρωπον ἀναστοιχειωθέντες, καὶ εἷς
οι δύο γενόμενοι. Εἰρήνης γὰρ ὄρος, ἡ τῶν διεστηκό-
των ὲστὶν όμοφωνία. Ὅταν οῦν ἐξαιρεθῇ τῆς φύσεως
ἡμῶν ὁ ἐμφύλιος πόλεμος, τότε καὶ ἡμεῖς, ὲν ἑαυτοῖς
εἰρηνεύσαντες, εἰρήνη γινόμεθα, ἀληθῆ καὶ κυρίαν
ἐφ’ἡμῶν τοῦ Χριστοῦ τὴν ἐπωνυμίαν ἐπιδεικνύοντες.
Φῶς δὲ ἀληθινὸν καὶ τῷ ψεύδει ἀπρόσιτον νοήσαντες
τὸν Χριστὸν, τοῦτο μανθάνομεν, ὃτι χρὴ κα)⁹ τὸν
ἡμέτερον βίον ταῖς τοῦ ἀληθινοῦ Πατρὺς ἀκτῖσι κατα·
φωτίζεσθαι. Ἀρεταὶ δέ εἰσιν αἱ ἀκτῖνες τοῦ ἡλίου τῆς
δικαιοσύνης, εἰς φωτισμόν ἡμῶν ἀπορρέουσαι, δι’ ὧν C
γίνεται τὸ ἀποθέσθαι τὰ ἔργα τοῦ σκότους, καὶ ὡς
ἐν ἡμέρᾳ περιπατεῖν εὐσχημόνως, καὶ ἀπειπάμενον
τὰ κρυπτὰ τῆς αἰσχύνης, καὶ πάντα ἐν φωτὶ ποιοῦν-
τα, καὶ αὑτὸν φῶς γενέσθαι, ὥστε καὶ ἄλλοις λάμ-
πειν διά τῶν ἔργων, ὅπερ φωτός ἐστιν ῐδιον, Κᾶν
ἁγιασμὺν τὸν Χριστὸν εἶναι νοήσωμεν, τῷ πάσης βε-
ϐήλου καὶ⁸ ἀκαθάρτου πράξεως καὶ ἐννοίας, οὐχὶ ῥή-
ματι τοῦ ἀγιαεμοῦ τὴν δύναμιν ὁμολογοῦντες, ἀλλά
τῷ βίῳ· ἰνα
nominis vere participes ostendemus, quippe qui non verbis, sed vitae nostrae actionibus sanctifica-
tionis virtutem prae nobis feramus.
’Δπολύτρωσιν δὲ εἰναι τὸν Χριστὸν μαθόντες, τὸν
ἑαυτὸν δόντα λύτρον ὑπὲρ ἡμῶν, τοῦτο διὰ τῆς τοι·
αότης φωνῆς παιδευόμεθα, τὸ μαθεῖν ὅτι καθάπερ
τιμήν τινα τῆς ἑκάστου ψυχῆς παρασχόμενος ἡμῖν
τὴν ἀθανασίαν, κτῆμα ἴδιον τοὺς ὲκ τοῦ θανάτου παρ’
αὐτοῦ διὰ τῆς ζωῆς ὲξαγορασθέντας ἐποίησεν. Εἰ τοί-
νυν δοῦλοι τοῦ λυτρωσαμένω γεγόναμεν , πρὸς τὸν
κυριεύοντα πάντως όψώμεθα, ὡς μηκέτι ἡμᾶς ἐαυ-
τοῖς ζῇν, ἀλλά τῷ κτησαμένῳ ἡμᾶς διὰ τοῦ τῆς ζωῆς
ἀπαλλάγματος. Οὐκέτι γὰρ ὲαυτῶν ἐσμεν κύριοι,
ἀλλ’ ό ὠνησάμενός ἐστι Κύριος, ἡμεῖς δὲ αὐτοῦ τὰ
κτήματα, Οὐκοῦν νόμος ἔσται τῆς ἡμετέρας ζωῆς,
τὸ τοῦ κυριεύοντος θέλημα. ’Ὠσπερ γὰρ τοῦ θανά-
του κρατοῦντος ἡμῶν, ὁ τῆς ἁμαρτίας ὲν ἡμῖν νόμος
ἐπολιτεύετο· οὕτως ἐπειδὴ τῆς ζωῆς κτῆμα γεγό-
prhes. ιι. Η. ’ihid.
·⁰ Joan. ι, (ι.
’⁸ l Chr. vi, 20.