PG 46, col. 269

νίας κεφαλὴ ὀνομάζεται, οὐδὲ τοῦτο πρὸς τὴν τοῦ
κατ’ ἀρετὴν βίου συνεισφορὰν ἀσυντελὲς ἡμῖν ἑπι-
δειχθήσεται. Διδασκόμεθα γάρ διὰ τούτων, ὃτι πάσης
ἀγαθῆς πολιτείας, καὶ παντὸς ἀγαθοῦ μαθήματός τε
καὶ ἐπιτηδεύματος, καὶ ἀρχὴ καὶ τέλος ἐστὶν 6 Κύ-
ριος. Ἤ τε γὰρ ἐλπὶς (ἦν ἀντὶ κεφαλῆς νοοῦμεν,
πρὸς ἢν πάντα βλέπει. τὰ κατ’ ἀρετὴν σπουδαζό-
μενα) ἐκεῖνός ἐστιν, οὕτως ὠνομασμένος παρὰ τοῦ
Παύλου, καὶ ἢ ἀρχὴ τῆς ὑψηλῆς ταύτης τοῦ βίου
πυργοποιίας. ἡ είς αὐτὸν γίνεται πίστις, ἐφ’ ἦς οἷόν
τινα θεμέλιον τὰς ἀρχὰς τοῦ βίου καταϐαλλομένων
ῆμῶν, καὶ διὰ καθημερινῶν κατορθωμάτων τὰς κα-
“ θαρὰς ἑννοίας τε καὶ ἐνεργείας νομοθετούντων, οὕτως
ἡ τοῦ παντὸς κεφαλὴ καὶ ἡμετέρα γίνεται κεφαλὴ,
τοῖς δύο τῆς ζωῆς ἡμῶν τοίχοις, τοῖς τε κατὰ τὸ
σῶμα καὶ τὴν ψυχὴν, δι’ εὐσχημοσύνης καί καθαρό-
τητος ἐποικοδομουμένοις, διὰ τῆς ἀγωνίου συμφυΐας
ἑαυτὴν ὲφαρμόζουσα. Ὠς ἐὰν ἐλλείπῃ τὸ ἓτερον τῶν
οίκοδομημάτων, ἤτοι τῆς κατὰ τὸ φαινόμενον εύσχη-
μοσύνης τῇ τ-ῆς ψυχῆς καθαρότητι μὴ συνοικοδομου-
μένης, ἦ τῆς ψυχικῆς ἀρετῆς τῷ φαινομένῳ μὴ
ντδμὸαινούσης, οὐκ ἂν γένοιτο τοῦ ἡμιτελοῦς τούτου
βίου κεφαλὴ 6 Χριστὸς, 6 μόνῃ τῇ διπλῇ τε καὶ δια-
γωνία οἰκοδομίᾳ ἑαυτὸν ἐφαρμόζων· οὐδὲ γάρ ἐστι
δυνατὸν, χωρὶς τῆς τῶν δύο τοίχων συμϐολῆς, γω-
νίας γενέσθαι. Τότε οὖν ἐπιτεθήσεται τῷ οἰκοδομή-
ματι ἡμῶν τοῦ ἀκρογωνιαίου τὸ κάλλος, ὅταν ἀμφο-
τέρωθεν τὸν ὀρθὸν τοῦ βίου κανόνα τῇ τῶν ἀρετῶν σπάρτῳ ἀποταθῆ ὲναρμονίως 6 διπλοῦς βίος, ὀρθὸς τι
καὶ⁸ ἀδιάστροφος. καί οὐδὲν ἔχων ὲν ἐαυτῷ σκολιὸν ἢ κατῆγκυλωμένον. ’
Εἰκόνα δὲ τοῦ Θεοῦ τοῦ ἀοράτου τὸν Χριστὸν ὀνον
μάζων 6 Παῦλος, τὸν ἐπὶ πάντων Θεὸν καὶ μέγαν
Θεόν ° καί ταύταις γὰρ ταῖς φωναῖς ἀνακηρύσσει τοῦ
ἀληθινοῦ Δεσπότου τὸ μεγαλεῖον, λέγων · ιΤοῦ μεγά-
λου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦο ι καὶ,
‹ Ἐξ ὧν ὁ Χριστὸς, τὸ κατὰ σάρκα, 6 ὢν ἐπὶ πάντων
Θεὸς, εὐλογητὸς είς τοὺς αἰῶνας · ι ταῦτα οὖν λέγων
που , παιδεύει διὰ τῶν λεγομένων ἡμᾶς, ὅτι ἀεὶ ὢν
ἕπερ ἐστὶν (ἐστι δὲ ἐκεῖνο, ὅπερ 6 ὢν ἐπίσταται
μύνος ), τῆς δὲ ἀνθρωπίνης καταλήψεως, κᾶν ἀεὶ
αὖτῷ διὰ προκοπῆς προσεγγίζῃ 6 τὰ ἄνω φρονῶν,
πάντοτε τῷ ἴσῳ μέτρῳ ύπερανέστηκεν. Οὗτος τοίνυν
ὑπερέκεινα πάσης γνώσεώς τε καὶ καταλήψεως. 6
ἀφραστός τε καὶ ἀνεκλάλητος καὶ ἀδιήγητος, ἵνα σε
nomen πάλιν εἰκόνα Θεοῦ, καὶ αὐτὸς ὑπὸ φιλανθρω-
πίας ἐγένετο εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου · ὥστε τῇ
ἰδία μορφῇ, ῆν ἀνέλαϐεν, ὲν σοὶ μορφωθῆναι, καὶ σὲ
πάλιν δι’ ἑαυτοῦ πρὸς τὸν χαρακτῆρα τοῦ ἀρχετύπου
συσχηματισθῆναι κάλλους, είς τὸ γενέσθαι, ὅπερ
ἧς ἐξ ἀρχῆς. Οὐκοῦν εἰ μέλλοιμεν γίνεσθαι καὶ ἡμεῖς
εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρὸς τὸ ἐκκείμενον
ἡμῖν τοῦ βίου ὑπόδειγμα τυποῦσθαι ζωῆς προσήκει
τῆς ἡ μῶν τὸ εἶδοςο τοῦτο δέ ἐστι τί; τὸ σαρκὶ ζῶν-
³⁸ ι Cor._m, 10; “ Ephes. ιι, ‘20. ³⁷ Luc. xx,
δι Tit. ιι, l3. fi“ Rom. ti, 5. ’ ⁷

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.