PG 46, col. 276
πρωτότοκον αὐτὸν λέγεσθαι, διορίζονταν ἢ, ὡς
ἀδελφὺν ὄντα τῆς κτίσεως, μόνοις τοῖς τοῦ χρόνου
πρεσϐείοις αὐτὸν προτερεύοντα, ὡς τὸν Ῥουὸὶμ τῶν
ἰδίων ἀδελφῶν, οὐ φύσει προτεταγμένον , ἀλλά τοῖς
ἐκ χρόνου πρεσϐείοις πρπερεύΟντα· πρῶτον μὲν
τοῦτο πρὸς ἐκείνους ῥητέον, ὃτι οὐκ ἐστι τὸν αὐτὸν
καὶ μονογενῆ καὶ πρωτότοκον πιστεύεσθαι. Οὐτε γὰρ
ό μονογενὴς μετά ἀδελφῶν νοεῖται ο οὐτε χωρὶς
ἀδελφῶν ὁ πρωτότοκος, μονογενὴς πάντως οὐτε ἔστιν,
οὐτε λέγεται.
Οὐκοῦν ἀσύ μϐατά ἐστι καὶ ἀκοινώνητα ταῦτα πρὸς
ἄλληλα ἐπὶ τοῦ αὐτοῦ τὰ νοήματα, ὡς ἀδύνατον εἶ-
ναι, τά δύο τὸν αὐτὸν ὀνομάζεσθαι, καλ⁵ μονογενῆ καὶ
πρωτότοκον. Ἀλλά μὴν εἴρηται παρά τῆς Γραφῆς
περὶ τοῦ ἐν ἀρχῇ ὄντος Λόγου, ὃτι ὁ Μονογενὴς
Θεὸς, Πρωτότοκος πάσης κτίσεως. Οὐκοῦν ἐπιμερίσαι
προσήκει τῷ μυστηρίῳ τῆς ἀληθείας, ἑκάτερον τού-
των τῶν ὀνομάτων εὐσεϐῶς διαστείλαντα ° ὥστε Μο-
νογενῆ μὲν εἶναι τὸν προαιώνιον Λόγον, τῆς δὲ μετά
ταῦτα ἐν τῷ Χριστῷ γενομένης κτίσεως πρωτότοκον
γενέσθαι τὸν Λόγον, σάρκα γενόμενον. Καὶ ὅπερ ἂν
ἡμῖν ἐγγένηται νόημα, πρωτότοκον αὐτὸν ἐκ νεκρῶν
,εἶναι μαθόντες, καὶ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς ν
ἐκεῖνο καὶ ἐπὶ τῷ πρωτοτόκῳ τῆς κτίσεως ἀκολούθως
νοήσομεν. Οὐκοῦν ἐκ νεκρῶν μὲν πρωτότοκος γίνεται,
ὁ ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος, ἴνα ὁδοποιή-
an σαρκὶ τὴν ἀνάστασιν. Καὶ μέλλων ἡμᾶς διὰ τῆς
ἀνωθεν γεννήσεως, δι’ ὓδατος καὶ Πνεύματος, υἱοὺς
ἡμέρας καὶ υἱοὺς φωτὸς ἀπεργάζεσθαι, τοὺς πρότερον
ὄντας τέκνα φύσει ὀργῆς, αὐτὸς καθηγεῖται τῆς
τοιαύτης γεννήσεως , ἐν τῷ ῥείθρῳ τοῦ Ἰορδάνου,
imi. τὴν ἀπαρχὴν τῆς φύσεως ήμῶν, τὴν τοῦ Πνεύ ματος
χάριν ἐπισπασάμενος. Ὥστε πάντας τοὺς ἐκ τῆς
πνευματικῆς ἀναγεννήσεως εἰς ζωὴν γεννωμένους,
ἀδελφοὺς χρηματίσαι τοῦ προγεννηθέντος διὰ τοῦ
ὕδατός τε καὶ Πνεύματος. Κατά τὸν αὐτὸν τρόπον,
καὶ⁹ τῆς ἐν Χριστῷ γενομένης κτίσεως πρωτότοκον
αὐτὸν νοοῦντες, οὐκ ἔξω γινόμεθα τῆς εὐσεϐοῦς ὐποο
λήψεως. Ἐπειδὴ γὰρ ἡ ἀρχαία κτίσις παρῆλθε διὰ
τῆς ἁμαρτιας ἀχρειωθεῖσα, ἀναγκαίως τὴν τῶν ἀφα-
νισθέντων πάροδον διεδέξατο ή καινὴ τῆς ζωῆς κτί-
σις, διὰ τῆς ἁναγεννήσεως καὶ τῆς ἐκ νεκρῶν ἀνα-
στάσεως συνισταμένη³ ἧς ἀ ἀρχηγὸς τῆς ξωῆς ἧΥτΓ
σάμενος, πρωτότοκος τῆς ζωῆς γίνεται καὶ ὀνομά-
ζεται. Ἀλλ’ ὅπως χρὴ πρὸς τούς ἀντιτεταγμένους
ἔχειν, δι’ ὀλίγων τῶν εἰρημένων ρᾁιον ἀν’ γένοιτο
τοῖς φιλοπονωτέροις, αὐτάρκη συμμαχίαν πρὸς τὴν
ἀλήθειαν ἔχειν. Ὅπως δ’ ἂν φανείη συντελοῦντα πρὸς
τὸν κατ’ ἀρετὴν βίον τά ῥήματα ταῦτα, διὰ βραχέων
ἐπελευσόμεθα· Πρωτότοκος ῆν τῶν μετ’ αὐτὸν διᾶ
γεννήσεως παραχθέντων ό Ῥουόίμ· ὡς ἐμαρτύρει
τοῖς μετ’ αὐτὸν γεννηθεῖσι τὴν πρὸς αὐτὸν συγγέ.
νειαν ό ἐπιφαινόμενος αὐτοῖς χαρακτὴρ, οἰκείως πρὸς
τὸν πρωτότοκον ἔχων, ὥστε μὴ ἀγνοεῖσθαι τὴν ἀδελ·
δτι The”, ιγ, 15, ⁸⁸ Gen. nix, 52.