PG 46, col. 308

t
ὁ
Θεῖον ἀληθῶς καὶ ἱερὸν χρῆμα ὁ λόγος Θεοῦ, κτῆμα
ἐξαίρετον, οὐκ ἄλλοθεν προσγενόμενον, ἀλλὰ συγκε-
κραμένον τῇ φύσει, ἀνθρώπῳ δῶρον τιμιώτατον
παρά τοῦ δημιουργήσαντος είς αὐτὸν ἐλθὸν. Διὸ καὶ
καθ’ ὁμοίωσιν Θεοῦ γεγενῆσθαι λέγεται. Τούτῳ γοῦν ι
ἔχει καὶ πρὸς τὰ ἄλλα ζῶα τὴν διαφορὰν, καὶ τῷ
θεοειδεῖ πλεονεκτήματι ἰδιαζόντως χαρακτηρίζεται,
σφόδρα τοῖς ἄλλοις πολλὴν ἔχων τὴν κοινωνίαν πρὸς
τὰ βοσκήματα. Ὀφθαλμῶν γάρ τύπος, καὶ σαρκῶν
διάπλασις, τῶν τε ἐπὶ τῆς ἐπιφανείας, καὶ τῶν ὲν
γαστρὶ κρυπτομένων, οὐ σεμνύνει τὸν ἄνθρωπονο.
ἐπειδὴ καὶ ἐν χερσαίοις, καὶ ἐνύδροις , καλ⁸ πτηνοῖς,
καὶ πᾶσιν ἁπλῶς ζώοις ἡ ἐκείνων μετουσία βλέπεται.
Τοῦτο δὲ ἡγεμόνα τῶν πάντων ποιεῖ, καὶ μακαριστὸν λ
ἀποδείκνυσιν ο ὅπερ Θεὸς ἔχων πλουσίως, ὀλίγον ἡμῖν
B
ἐχαρίσατο, ἵνα πρῶτον ἐκεῖνον βλέπωμεν, καὶ γνω-
ρίζωμεν λόγον τοῦ λόγου δοτῆρα, καὶ λατρεύωμεν τῷ
οὕτως ἡμᾶς καλῶς τῇ ίδίᾳ κατακοσμήσαντι χάριτι.
Διά λόγους ίσχύομεν τῶν ἰσχυρῶν πλέον ἀσθενεῖς δν-
τες τὸ σῶμα, καί⁵ πάντα δουλούμεθα, καὶ ταῖς ἡμετέ- ι
ραις ὑπηρετεῖσθαι χρείαις κελεύομεν. Οὕτω ταύρους
δαμάζομεν καὶ ὑπάγομεν τῷ ζυγῷ, καὶ γῆν ἀρότροις
ἀνατέμνειν παρασκευάζομεν, καὶ ἵππον ταχὺν τοῖς
ψαλίοις κατάγχοντες ἔχομεν εὐπειθῆ, καὶτὸν βραδὺν
ὄνον τοῖς ῥοπάλοις ἐπείγοντες ποιοῦμεν ὀξύτερον,
καὶτὰς σκληρὰς ἡμιόνους ὀχήματα summat ἀχθο-
φορεῖν ἀναγκάζομεν · ἐλεφάντων δὲ τὴν ἐκκεχυμένην ’
πολυσαρκίαν, καὶ καμήλων τδ μέγεθος εὐμηχάνως
πρὸς τὸ δοκοῦν μεταχειριζόμεθα. Ἐντεῦθεν καὶ βάθος
περαιούμεθα, καὶ μικρῷ ξύλῳ διὰ κυϐερνητικῆς τά
ἄφατα τῶν πελαγῶν ἐφοδεύομεν, καὶ τῆς πορείας
ἐκείνης οὐκ ἔχοντες σύμϐολα, ὅταν γῆν ἀποκρύψωο
μεν, τοῖς κατ’ οὐρανὸν σημείοις ἀσφαλῶς ὁδηγού-
μεθα, καὶ ὁδηγεῖ τὸν ναύτην ὡς τούς Μάγους ἀστήρ.
Οὐρανοῦ δὲ πλάτη καὶ σχήματα ἐξευρέθη καὶ πλῆθος
ἀστέρων, καὶ ὅπως ἕκαστος μεγέθους ἔχει , καὶ δια-
στήματος, καὶτῆς σελήνης σημείωσις, καὶ τί πάσχων
ὁ ἥλιος κατά τινας χρόνους τὴν ἀκτῖνα καλύπτεται ο
ήδη δὲ καὶ κατὰγῆς κινουμένης φιλοσοφοῦμεν, ὅπως
λυομένη τῶν φυσικῶν ἐρεισμάτων αὐτή τε άναὸράσ-
σεται, καὶ τοὺς ἐποίκους μετὰ τῶν ἐπικειμένων κλο-
νεῖ. Συμϐόλοις δὲ τοῖς παρατετηρημὲνοις καὶ αὐχμοὺς

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.