PG 46, col. 313
τὰς σιαγόνας αὐτῶν ἄγξεις. » Τὸν σκληρὸν ὁ ψαλμὸς
ἀπαλύνων ταῦτά φησι, καὶ οἶον ἐλαίῳ ἐκμαλάσσων
εαῖς παραινέσεσι. Κάμψον οὖν τὸν αὐχένα, εἶξον ὡς
ζυγῷ τοῖς προστάγμασι· τὸ σκληρὸν ἀποῤῥήγνυται,
τὸ εἶκον καὶ καμπτόμενον ὀρθοῦται· καὶ διδάσκει σε
τοῦτο ἡ ἐπὶ τοῖς φυτοῖς πεῖρα. Μὴ τὸν χαλινὸν ἐνδα-
κὼν ὀρμήσῃς ἐπὶ τὸν κρημνὸν, ἢ τὸ βάραθρον, ἀλλὰ
περιαχθεὶς τὸν αὐχένα τῇ χειρὶ τοῦ ἀναβάτου, ἐπὶ τὴν
σώζουσαν ὁδὸν κατευθύνθητι· ὅταν ἐπιτίμησιν δέξῃ,
εἰπὰ ἀπὸ εὐλαβοῦς ψυχῆς τὸ Δαβιτικὸν, « Ἀγαθόν
μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώ-
ματά σου. » Μὴ ἐπισκοπικῆς αὐθαδείας εἶναι τὸν
ἀφορισμὸν νομίσῃς· πατρῷος ὁ νόμος, παλαιὸς τῆς
Ἐκκλησίας κανὼν ἀπὸ τοῦνόμου ἀρξάμενος καὶ κρα-
τυνθεὶς ἐν τῇ χάριτι. Θεώρησον τὸν ἅγιον Παῦλον
διʼ ἐπιστολῶν τὰς ἀποφάσεις τοῦ ἀφορισμοῦ κατὰ τῶν
ὑπευθύνων ἐκπέμποντα, καὶ τὸν Κορίνθιον νεανίσκον
τῷ τοιούτῳ ἰατρεύοντα φαρμάκῳ, τὸν τῇ μητρυιᾷ
σατανικῶς ἐπιμανέντα· « Ὁν γὰρ ἀγαπᾷ Κύριος
παιδεύει, μαστιγοῖ δὲ υἱὸν ὅν παραδέχεται. » Οὐ γάρ
εἰσιν αἱ ῥίζαι τῆς παιδείας γλυκεῖαι, ἀλλὰ πικραί·
καρπὸν δὲ εἰς ὕστερον βλαστάνουσι κηρίων ἡδύτε-
ρον. Καὶ διὰ τοῦτο χρεία τῷ μὲν ἀσκουμένῳ τοῦ μο-
χθεῖν, τῷ δὲ ἀσκοῦντι καὶ πληγῆς καὶ τραχύτητος.
Καὶ τῷ μὲν Μωσαῖκῷ νόμῳ αἱ τέσσαρες δεκάδες μέ-
χρι νῦν αἱ νομικαὶ τῶν πληγῶν παραμένουσιν, οὐ τῷ
εὐαγγελικῷ δὲ βίῳ· ἐπειδὴ πάντων ὁ λόγος ἐστὶ, καὶ
ἔλεος, καὶ ῥάβδος, καὶ παράκλησις, καὶ πληγή. Οὐ
γὰρ τύπτομέν σε ὡς οἰκέτην, ἀλλὰ παιδεύομέν σε ὡς
ἐλεύθερον· σοὶ γὰρ ἐκ τῆς Σάῤῥας τῆς ἐλευθέρας τὸ
γένος, οὐκ ἐκ τῆς Ἀγαρ τῆς δούλης. Δἰδούμεθά σε
ὡς υἱὸν τῆς ἐλευθέρας, οὐκ ἀτιμάζομεν ὡς γέννημα
τῆς παιδίσκης. Διὰ τοῦτο ταῖς ἐλευθερίοις ἐπιτιμήσεσι
λυποῦμέν σε πλημμελοῦντα, οὐ σῶμα ξαίνοντες, ἀλλὰ
ψυχὴν ἀνιῶντες. ΤἈν δὲ καὶ τούτου φειδώμεθα, πῶς
σε παιδεύσομεν; Δυσμεταχείριστός ἐστιν ὁ διδασκα-
λικὸς λόγος, καὶ ἡ ἀγωγὴ τῆς ἀρετῆς, καὶ ποικίλην
ἐπιζητεῖ τὴν τῆς ἐπιστασίας οἰκονομίαν, τοῖς ὑπο-
κειμένοις ἤθεσιν ἑαυτὴν προσαρμόζουσα. Ἐστι τις
εὐπειθὴς καὶ τὴν γνώμην εὐάγωγος; τούτῳ ὁ πρᾶος
καὶ ἀπαλὸς ἀρμόζει λόγος. Ἀλλος σκληρὸς καὶ ἀνά-
γωγος; μαστίγων χρήζει. Τί οὖν ποιήσομεν, ἐπειδὴ
ῥάβδους οὐ μεταχειριζόμεθα; καταλείψομεν αὐτὸν
ἀπρονόητον; Οὐχ οὕτως. Ἀλλὰ τὸν αὐτὸν λόγῳ με-
ταῤῥυθμίσομεν εἰς ἄλλο σχῆμα ὑποκειμένῃ χρείᾳ
κατάλληλον· καὶ ὥσπερ τὰ ὄψα τῇ μικρᾷ προσθέσει
τῶν ἀρτυμάτων πρὸς τὰς ἐναντίας ποιότητας δια-
μείβεται, ἀπὸ τοῦ στύφοντος εἰς τὸ γλυκὺ, καὶ ἀπὸ
τοῦ γλυκέος εἰς τὸ στύφον μεταβαλλόμενα· οὕτως καὶ
ἐ ἡμέτερος λόγος τῇ προσθήκῃ τῶν σχημάτων πρὸς
διαφόρους χρείας μετατυποῦται, ἴνʼ ἐπινοηθῇ ἐκάστου
τὸ τρόφιμον.
congruit intelligatur.
Μὴ οὖν ἐν ταῖς γωνίαις μου καταλάλει, τραχυ ὀνο-
μάζων τὸ διδασκαλικὸν, μηδὲ τσὺς κοινωνοὺς τῶν
ἀμαρτημάτων κοινωνοὺς τῶν κατʼ ἐμοῦ ποιούμενος
μέμψεων[, καθέζῃ κρίνων ἐπίσκοπον μετὰ τοῦ συν-
εαl. αXX.9. .al. cxvm,7I. ⁵ Hebr. X. 6.