PG 46, col. 332
In English: On Virginity 3
ἀνθρωπίνης ζωῆς, κατηγορία πάσης τῆς φύσεως,
κατʼ αὐτῆς τῆς θείας οἰκονομίας μέμψεις πολλαὶ καὶ
ἐγκλήματα, μάχη πρὸς ἑαυτὸν, πόλεμος κατὰ τῶν
νουθετοὐντων· οὐδεὶς τῶν ἀτοπωτάτων ὄκνος, οὕτο
ῥημάτων, οὕτε πραγμάτων. Πολλάκις δὲ, οἶς ἂν ὑπερ-
σχῇ τὸ πάθος, καὶ περισσοτέρως καταποθῇ ὁ λογι-
σμὸς ὑπὸ τῆς λύπης, εἰς πικρότερον πέρας ἡ τραγ-
ῳδία κατέληξεν, οὐδὲ τοῦ περιλειφθέντος ἐπιβιῶναι
τῇ συμφορᾷ δυνηθέντος.
præ dolore sæpe mente deseruntur, pegori termino eorum tragœdia sæpe conclusa est. cum dolori re-
Ἀλλʼ οὐχὶ τοῦτο· ὑποθώμεθα δὲ τὰ βελτίω, ὅτι
καὶ διέφυγε τῶν ὡδίνων τὸν κίνδυνον, καὶ γέγονεν
αὐτοῖς παῖς, αὐτὸ τῆς ὥρας τῶν γεννησαμένων τὸ
ἀπεικόνισμα. Τί οὖν; ἡλαττώθη διὰ τούτων ἡ τοῦ
λυπεῖσθαι ὑπόθεσις; ἢ οὐχὶ καὶ προσθήκας μᾶλλον
ἐδέξατο; Τούς τε γὰρ προτέρους ἔχουσι φόβους, καὶ
τὸν ὑπὲρ τοῦ τέκνου προσέλαβον, μή τι συμβῇ περὶ
τὴν ἀνατροφὴν ἀηδές· μή τις πονηρὰ συντυχία· μή τι
σύμπτωμα τῶν ἀβουλήτων,ἢ πάθος, ἢ πήρωσιν, ἢ κίν-
δυνον ἐπαγάγῃ τινά. Καὶ ταῦτα μὲν ἀμφοτέρων κοινά·
τὰ δὲ τῆς γαμετῆς δια, τίς ἄν ἐξαριθμήσαιτο; Ἰνα
γὰρ ἐάσωμεν τὰ πρόχειρα ταῦτα καὶ πᾶσι γνώριμα,
τὸ τῆς κυοφορίας ἄχθος, τὸν ἐν ταῖς ὐδῖσι κίνδυνον,
τὸν ὑπὲρ τῆς ἀνατροφῆς πόνον, τὸ τὴν καρδίαν αὐ-
τῆς τῷ τεχθέντι συναποσχίζεσθαι· κἂν πλειόνων
γενήσηται μήτηρ, εἰς τοσαῦτα κατατέμνεσθαι αὐτῆς
τὴν ψυχὴν, ὅσος ὁ ἀριθμὸς τῶν τέκνων ἐστίν· τὸ τῶν
συμβαινόντων ἐκείνοις τὴν αἴσθησιν ἐν τοῖς ἰδίοις
σπλάγχνοις δέχεσθαι· καὶ πάντα τὰ τοιαῦτα γνώ-
ριμα πᾶσιν ὄντα τί ἄν τις λέγοι; Ἀλλʼ ἐπειδὴ κατὰ
τὸ θεῖον λόγιον, οὐχ ἑαυτῆς ἐστι κυρία, πρὸς δὲ τὸν
διὰ τοῦ γάμου κυριεύσαντα τὴν ἀποστροφὴν ἔχει,
κἂν πρὸς ὀλίγον αὐτοῦ μονωθῇ, ὡς τῆς κεφαλῆς
διεζευγμένη, οὐ φέρει τὴν μόνωσιν, ἀλλὰ μελέτην
τινὰ τῆς ἐν τῇ χηρείᾳ ζωῆς, καὶ τὴν ἐν ὀλίγῳ τοῦ
ἀνδρὸς ἀναχώρησιν οἰωνίζεται. Εὐθὺς ὁ φόβος ἀπό-
γνωσιν ἐμποιεῖ τῶν χρηστοτέρων ἐλπίδων. Καὶ διὰ
τοῦτο ὁ μὲν ὀφθαλμὸς περὶτὴν εἴσοδον πέπηγε, γέμων
ταραχῆς καὶπτοήσεως· ἡ δὲ ἀκοὴ τοὺς ὑπολαλοῦντας
περιεργάζεται·συγκόπτεται δὲ ἡ καρδία μαστιζομένη
τῷ φόβῳ, καὶ πρίν τι προσαγγελθῆναι νεώτερον· καὶ
μόνον ψόφος πρὸ τῶν θυρῶν ἢ ὑπονοηθεὶς, ἢ γενό-
μενος, ὥσπερ τις ἄγγελος κακῶν ἐξαίφνης τὴν ψυ-
χὴν διεκλόνησεν. Καὶ τὰ μὲν ἔξω, δεξιὰ τυχὸν καὶ
οὐδενὸς ἄξια φόβου· φθάνει δὲ ἡ λειποθυμία τὴν ἀγ-
γελίαν, καὶ ἀναστρέφει πρὸς τὸ ἐναντίον ἀπὸ τῶν
ἡδέων τὴν γνώμην. Τοιοῦτος τῶν εὐθυμούντων ὁ
βίος, οὐ πάνυ γε ἄξιος· οὐ γὰρ τῇ ἐλευθερίᾳ τῆς
παρθενίας ἀντεξετάζεται. Καίτοι πολλὰ τῶν σκυ-
θρωποτέρων ὁ λόγος ἐπιτρέχων κατέλιπε. Πολλάκς
γὰρ κάκείνη ἔτι νέα τῷ σώματι, ἔτι τῇ νυμφικῇ
ἀγλοῖᾳ στίλβουσα, ἔτι τυχὸν ἐρυθριῶσα τοῦ νυμφίου
τὴν εἴσοδον, καὶ μετὰ αἰδοῦς ὑποβλέπουσα, ὅτε καὶ
θερμοτέρους εἶναι συμβαίνει τοὺς πόθους, ὑπʼ al.-
σχύνης πρὸς τὸ ἐκφανῆναι κωλυομένους, ἐξαίφνης
χήρα, καὶ ἀθλία, καὶ ἔρημος, καὶ πάντα τὰ φευκτὰ
μεταλαμβάνει ὀνόματα, καὶ τὴν τέως λαμπρὰν καὶ
λευχείμονα καὶ περίβλεπτον, ἀθρόως καταμελαίνει