PG 46, col. 333
In English: On Virginity 3
μωγὰς ἐπιτείνουσαι, καὶ μῖσος κατά τῶν ἐπιχει-
ρούντων πραΰνειν τά πάθη , ἀπέχθεια σιτίων , τη-
γ κεδὼν σώματος, κατήφεια ψυχῆς, ἐπιθυμία θανάτου,
, καὶ μέχρις αὐτοῦ τοῦ θανάτου πολλάκις ἰσχύσασα.
Ἐὰν δὲ καὶ παυσθῇ πως τῷ χρόνῳ ὴ συμφορὰ, πάλιν
ἄλλη συμφορὰ, εἴτε ὑπάρχει τέκνα, εἴτε καὶ μή.
’ Ὄντα μὲν γὰρ, ὀρφανὰ πάντως ἐστὶ, καὶ διὰ τοῦτο
ἐλεεινὰ, καὶ δι’ αὐτῶν τὸ πάθος ἀνακαινίζοντα· εἰ
δὲ μὴ εἰη, πρόρριζον οἴχεται τὸ τοῦ κατοιχομένου
μνημόσυνον, καί⁸ τὸ κακὸν ὑπὲρ παραμυθίαν ἐστίν.
Ἐὦ τὰ ἀλλα τὰ τῆς χηρείας ἴδια. Τίς γὰρ ἂν πάντα
μετὰ ἀκριϐείας ἀπαριθμήσαιτο; τοὺς ἐχθροὺς, τοὺς
οἰκείουςι τοὺς μὲν ἐπεμϐαίνοντας τῇ συμφορᾷ · τοὺς
δὲ φαιδρυνομένους -τῇ ἐρημίᾳ, καὶ μεθ’ ἡδονῆς
βλέποντας ὲν πικρῷ ὀφθαλμῷ τὸν διαπίπτοντα οἰκον,
καὶ τοὺς καταφρονοῦντας οἰκέτας, καὶ πάντα τὰ ἀλλα
ὅσα πάρεστιν ἀφθόνως ἐπὶ τῶν τοιούτων δυστυχημά·
των ὁρᾷν· δι’ ὧν αἰ πολλαὶ καὶ δεύτε ραι ὑπ’ ἀνάγκης
πρὸς τὴν τῶν ὁμοίων κακῶν παρεϐάλλοντο πεῖραν,
⁸ οὐκ ὲνεγκοῦσαι τῶν ὲπεγγελώντων τὴν πικρίαν,
ὥσπερ ἀμυνόμεναι τοὺς λυπήσαντας τοῖς ἰδίοις κα-
κοῖς· πολλαί δὲ τῇ μνήμῃ τῶν συμϐεϐηκότων, πᾶν
ι ὁτιοῦν ὑπέστησαν μᾶλλον, ἢ ἐμπεσεῖν ἐκ δευτέρου
τῇ τῶν συμφορῶν ὁμοιότητι. Καὶ εἰ βούλει μαθεῖν
τὰ δυσχερῆ τοῦ κοινοτέρου βίου. ἄκουσον οἷα λέγου-
σιν αἰ τῇ πείρᾳ τὸν βίον γνωρίσασαι, ὅπως μακα-
ρίζουσι τὴν ζωὴν τῶν ἐξ ἀρχῆς τὸν ἐν παρθενίᾳ βίον
rtposhpévwv. καὶ μὴ διὰ συμφορᾶς μεταμαθόντων
τὸ κάλλιον, ὄτι πάντων τῶν τοιούτων κακῶν ἀνεπί-
δεκτός ἐστιν ή παρθενία · οὐκ ὀρφανίαν θρηνεῖ, ού
. χηρείαν ὀδύρεται· ἀεὶ σύνεστι τῷ ἀφθάρτῳ νυμφίῳ
ἀεὶ ἐπαγαλλεται τοῖς τῆς εὐσεϐείας γεννήμασι· τόν
τε οἷκον τὸν ἀληθῶς ἴδιον πᾶσι καλλίστοις ὁρᾷ διηνε-
κῶς εύθηνούμενον, διὰ τὸ παρεῖναι καὶ ἐνοικεῖν ἀεὶ
’ τὸν τοῦ οῑκου Δεσπότην⁶ ἐφ’ ἦς ὁ θάνατος οὐ χωρι-
σμὸν, ἀλλά συνάφειαν τοῦ ποθουμένου ποιεῖ’ ὅταν
γὰρ ἀναλύσῃ, τότε σὺν Χριστῷ γίνεται, καθώς φησιν
¹ ὁ Ἀπόστολος.
ab omnibus his malis vacua est virginitas; non orbitatem luget, non viduitatem lamentatur, unaque
semper est cum incorrupto sponso, et fructibus pietatis perpetuo gaudet, ac domum vere propriam omnire-
ν rum aptimarum genere continenter institutam videt, propterea quod harum aedium Dominus una sem-
perest atque incolit, ubi non sejunctionem, sed conjunctionem cum eo, cujus desiderio tenetur,
' mors ellicit; cum enim dissolvitur, inquit Apostolus ¹ , tum est cum Christo.
Ἀλλά καιρὸς ἂν εἴη, ἐπειδὴ τὰ τῶν εύθυμούντωε
ἐκ μέρους ἐξήτασται, καὶ τοὺς ἐτέρους ἐποπτεῦσαι
βίους τῷ λόγῳ, οἷς καὶ πενίαι, καὶ δυσκληρίαι, καὶ
λοιπαὶ τῶν ἀνθρωπίνων παθῶν συμφοραὶ παραπε-
πήγασιν · οἷον πηρώσεις τε καὶ νόσοι, καὶ ὅσα τοι·
αῦτα τῇ ἀνθρωπίνῃ ζωῇ συγκεκλήρωται· ὲν οἷς
ἅπασιν ὁ μὲν καθ’ ἑαυτὸν ζῶν, ἢ διαφεύγει τὴν
πεῖραν, ἢ ῥᾷον διαφέρει τὴν συμφορὰν, συγκεκροτη-
· μένην ἔχων περὶ αὑτὸν τὴν διάνοιαν, καὶ πρὸς οὐδὲν
ἄλλο ταῖς φροντίσι περιελκόμενος. '0 δὲ πρὸς γυναῖκα
., καὶ τέκνα μεμερισμένος, ούδὲ σχολὴν ἄγει πολλάκις
³ Philipp. “25.: