PG 46, col. 341

In English: On Virginity 4

γὰο ὁ ἐπεσκεμμένος τὰ θεῖα καλῶς, ὅτι οὐ τὰ ἀν-
θρώπινα μόνον οὐκ ἔχει τὸ πάγιον, ἀλλʼ ὡς οὐδὲ τοῦ
κόσμου παντὸς εἰς τὸ διηνεκὲς ἡρεμήσοντος, διὰ
τοῦτο ὡς ἀλλοτρίας καὶ προσκαίρου ταύτης ὑπερορᾷ
τῆς ζωῆς· ἐπειδὴ ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται,
κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, καὶ πάντα τὴν μετα-
στοιχείωσιν ἀναγκαίως ἐκδέχεται. Διὰ τοῦτο, ἕως
ἐστὶν ἐν τῷ σκήνει, καθώς φησιν ὁ Ἀπόστολος, τὸ
πρόσκαιρον ἐνδεικνύμενος, βαρούμενος τὴν παροῦσαν
ζωὴν, τῷ μακρύνεσθαι αὐτῷ τὴν παροικίαν ταύτην
ὁδύρεται, ὥσπερ καὶ ὁ αλμῳδὸς ἐν ῷδαῖς θείαις λέγων
πεποίηται. Ὁντως γὰρ ἐν σκότει βιοτεύουσιν οἱ μετὰ
τῶν σκηνωμάτων τούτων τῇ ζωῇ παροικοῦντες. Οὗ
χάριν στενάξας ὁ Προφήτης πρὸς τὴν παράτασιν τῆς
παροικίας, « Οἴμοι, » φησὶν, « ὅτι ἡ παροικία μου ctaque formæ commutationem necessario exspe-
ἐμακρύνθη » Σκότει δὲ τὴν αἰτίαν τῆς κατηφείας ʼ gtaut. Quamobrem quandiu aliquis, inquit Apo-
ταύτης ἀνέθηκε. Τὸ γὰρ σκότος τῇ Ἐβραῖδι φωνῇ
κηδδρ ὀνομάζεσθαι μεμαθήκαμεν· ἦ γὰρ ὡς ἀληθῶς,
καθάπερ ἀορασίᾳ τινὶ νυκτερινῇ κεκρατημένοι οἱ
ἄνθρωποι, οὕτω πρὸς τὴν τῆς ἀπάτης ἐπίγνωσιν
ἀμβλυωποῦσιν· οὐκ εἰδότες ὅτι πάντα ὅσα τίμια ἐν τῇ
ζωῇ ταύτῃ νενόμισται, ἢ καὶ ὅσα πρὸς τὸ ἐναντίονὐπ-
τληπται, ἐν μόνῃ ἐῇ ὑπολήψει τῶν ἀνοήτων ὑφέστη-
αεν· αὐτὰ δὲ ἐφʼ ἑαυτῶν ἐστιν οὐδαμῆ οὐδέν · οὐ
δυσγένειά τις, οὐκ εὐδοκίμησις γένους, οὐ δόξα, οὐ
περιφάνεια, οὐ τὰ παλαιὰ διηγήματα, οὐχ ὁ ἐπὶ τοῖς
ἐνεστῶσι τῦφος, οὐ τὸ κρατεῖν ἐτέρων, οὐ τὸ ὑπο-
γείριον εἶναι· πλοῦτοί τε καὶ τρυφαὶ , καὶ πενίαι
καὶ ἀπορίαι, καὶ πᾶσαι αἱ τοῦ βίου ἀνωμαλίαι, τοῖς
μὲν ἀπαιδεύτοις πάμπολυ διαφέρειν δοκοῦσιν, ὅταν
ἡδονὴν ποιῶνται τῶν τοιούτων κριτήριον.
rietates, quæ impertis quidem hominibus, cum
eminere videntur.
Τῷ δὲ ὑψηλῷ τὴν διάνοιαν πάντα ὀμότιμα φαίνε-
ται, καὶ οὐδὲν προτιμότερον τοῦ ἐτέρου τὸ ἕτερον,
τῷ ὀμοίως διὰ τῶν ἐναντίων τὸν τῆς ζωῆς δρόμον
ἀνύεσθαι, καὶ ἴσην ἐν ἐκατέρᾳ τῶν λήξεων τὴν πρὸς
τὸ εὖ ἢ κακῶς ζῆν δύναμιν ἐνυπάρχειν, διὰ τῶν δε-
ξιῶν ὅπλων καὶ ἀριστερῶν, φησὶν ὁ Ἀπόστολος, διὰ
δόξης καὶ ἀτιμίας· διʼ ὧν ὁ μὲν κεκαθαρμένος τὸν
οῶν καὶ ἐπεσκεμμένος τὴν τῶν ὄντων ἀλήθειαν, ὀρ-
θῶς ὁδεύσει τὴν πορείαν, ἀπὸ γενέσεως μέχρι τῆς
ἐξόδου τὸν τεταγμένον αὐτῷ χρόνον διεξερχόμενος·
ἀλλὰ κατὰ τὴν τῶν ὁδοιπόρων συνήθειαν τοῦ πρόσω
ἐγόμενος, ὁλίγον ποιεῖται τῶν προφαινομένων τὸν
λόγον. Σύνηθες γὰρ τοῖς ὀδοιποροῦσιν ἐπὶ τὸ τῆς
ὀδοῦ πέρας ὀμοίως ἐπείγεσθαι, ἄν τε διὰ λειμώνων
καὶ συμφύτων χωρίων, ἄν τε διʼ ἐρημοτέρων καὶ τρα-
ρέρων τόπων διέρχωνται, καὶ οὕτε τὸ ἡδὺ παρα-
κατέσχεν, οὗτε τὸ ἀηδὲς ἐνεπόδισεν. Οὕτω καὶ αὐτὸς
ἀμεταστρεπτὶ πρὸς τὸν προκείμενον σκοπὸν ἑαυτῷ
ἐπειχθήσεται, πρὸς οὐδὲν τῶν παροδίων ἐπιστρεφόμε-
νος·ἀλλὰ πρὸς μόνον οὐρανὸν βλέπων διαπεράσει τὸν
⁴lMath.αατ, 35. sI Cor. v, 4. s Pεal.cατ. 5.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.