PG 46, col. 344
In English: On Virginity 4
βίον, καθάπερ τις κυβερνήτης ἀγαθὸς πρὸς τὸν ἄνω
σκοπὸν διευθύνων τὸ σκάφος. Ὁ δὲ παχὺς τὴν δαὰ-
νοιαν, καὶ κάτω ββλέπων, καὶ συγκεκυφὼς τῇ ψυχῇ
πρὸς τὰ ἡδέα τοῦ σώματος, καθάπερ πρὸς τὴν νομὴνεr
τὰ βοσκήματα, μόνῃ τῇ γαστρὶ καὶ τοῖς μετὰ γαστά-
ρα ζῶν, ἀπηλλοτριωμένος τοῦ Θεοῦ τῆς ζωῆς, καὶ
ξένος τῶν διαθηκῶν τῆς ἐπαγγελίας, οὐδὲν ἔτερα
ἀγαθὸν εἶναι νομίζων, ἢ τὸ ἡσθῆναι διὰ τοῦ σώματος,
οὗτός ἐστιν, καὶ πᾶς ὁ τοιοῦτος, ὁ ἐν σκότει δια-
πορευόμενος, καθώς φησιν ἡ Εραφὴ, ὁ τῶν ἐν τῷ βίῳ
τούτῳ κακῶν εὐρέτης· ἐν τούτοις γὰρ καὶ πλεονεξία,
καὶ παθῶν ἀκολασία, καὶ ἡ πρὸς τὰς ἡδονὰς ἀμε-
τρία, φιλαρχία τε πθσα, καὶ κενῆς δόξης ἐπιθυμία,
καὶ ὁ λοιπὸς ὅμιλος τῶν συνοικούντων παθῶν τοῖς
ἀνθρώποις. Ἐχεται γάρ πως ἐν τοῖς κακοῖς τοῦ
ἐτέρου τὸ ἔτερον, καὶ φπερ ἀν τὸ ἕν παραγένηται.
καὶ τὰ λοιπὰ καθάπερ ὑπό τινος φυσικῆς ἀνάγκης
ἐλκόμενα, συνεισέρχεται πάντως. Οἶον ἐν ἀλύσει γίνε-
ται, τῆς ἀρχῆς ἐπισπασθείσης, οὐδὲ τὰς λοιπὰς ἡρε-
μεῖν τῆς ἀλύσεως ἀγκύλας δυνατόν ἐστιν, ἀλλʼ ἡ
κατὰ τὸ ἕτερον πέρας τῆς ἀλύσεως ἀγκύλη συνεκι-
νήθη τῇ πρώτῃ, κατὰ τὸ ἀκόλουθον ἀεὶ καὶ προσ-
εχὲς ἀπὸ τοῦ πρώτου διὰ τῶν παρακειμένων τῆς κι-
νήσεως προῖούσης· οὕτως ἐμπέπλεκται καὶ συμπέ-
φυκεν ἀλλήλοις τὰ ἀνθρώπινα πάθη, καὶ διʼ ἐνὸς τοῦ
ἐπικρατήσαντος, καὶ ὁ λοιπὸς τῶν κακῶν ὁλκὸς συν-
εισέρχεται τῇ ψυχῇ. Καὶ εἰ χρή σοι διαγράφειν τὴν
πονηρὰν ταύτην ἅλυσιν, ὑπόθου τινὰ διά τινος ἡδο-
νῆς τοῦ κατὰ τὴν κενοδοξίαν ἡττηθῆναι πάθους·
ἀλλὰ τῇ κενοδοξίᾳ καὶ ἡ τοῦ πλείονος ἔφεσις συνηκο-
λούθησεν· οὐ γὰρ ἔστι πλεονέκτην γενέσθαι, μὴ
ἐκείνης ἐπὶ τὸ πάθος χειραγωγούσης. Εἶτα ἡ τοῦ
πλεονεκτεῖν καὶ προέχειν ἐπιθυμία, ἢ ὀργὴν ἐξάπτει
πρὸς τὸ ὀμόφυλον, ἢ πρὸς τὸ ὑποχείριον τὴν ὑπερη-
φανίαν, ἢ πρὸς τὸ ὑπερέχον τὸν φθόνον· φθόνου δὲ
ἀκόλουθος ἡ ὑπόκρισις γίνεται· ἐκείνης ἡ πικρία,
ταύτης ἡ μισανθρωπία· τούτων ἀπάντων τὸ τέλος
κατάκρισις, εἰς γέενναν καὶ σκότος καὶ πῦρ κατα-
λήγουσα.
Ὁρᾷς τὸν ὁλκὸν τῶν κακῶν, ὅπως ἐνὸς τὰ πάντα
τοῦ κατὰ τὴν ἡδονὴν ἐξέρχεται πάθους; Ἐπειδὴ οὖν
ἅπαξ εἰσῆλθεν εἰς τὸν βίον ἡ ἀκολουθία τῶν τοιούτων
παθῶν, μίαν ὀρῶμεν ἐκ τῆς τῶν θεοπνεύστων Γρα-
φῶν συμβουλῆς τὴν διέξοδον τούτων, τὸ χωρισθῆναι
τοῦ τοιούτου βίου. τοῦ συνημμένην ἔχοντος ἐν ἑαυτῷ
τὴν τῶν ἀνιαρῶν ἀκολούθησιν· Οὐκ ἔστι γὰρ, ἐν Σο-
δόμοις φιλοχωρήσαντα, διαφυγεῖν τὴν τοῦ πυρὸς
ἐπομβρίαν οὐδὲ τὸν ἔξω Σοδόμων γενόμενον, εἶτα
πάλιν ἐπιστραφέντα πρὸς τὴν ἐρήμωσιν ταύτης, pὴ
παγῆναι στήλην ἀλός ἀλλʼ οὐδὲ τῆς ἀἰγυπτίων δου-
λείας ἀπαλλαγήσεται, ὁ μὴ καταλιπὼν τὴν ἐἴγυ-