PG 46, col. 452

'0 μὲν δὴ φίλος ὐμῶν καλ¹ ἑταῖρος, ὦ τοκισταὶ,
τοιοῦτος· ἀξίως τοῦ τρόπου καταστρέψας τὸν βίον,
ἀνεμιαίος χρηματιστὴς , ὀδύνῃ καὶ¹ λιμῷ μοχθήσας,
συναγαγὼν δὲ κληρονομίαν ἑαυτῷ μὲν τὴν αἰώνιον
κόλασιν, τοῖς δὲ ἐξ αὐτοῦ τὴν πενίαν. Οὐκ ἴστε δὲ
ὑμεῖς τίνι ἀθροίζετε ἦ μοχθεῖτε. Al περιστάσεις πολ-
λαὶ, οἱ συκοφάνται μυρίοι, ὲνὲδρευταὶ καὶ λῃσταὶ
γῆν διενοχλοῦσι καὶ Θάλασσαν· ὁρᾶτε μὴ καὶ τὰς
ἁμαρτίας κερδανεῖτε, καὶ τὸν χρυσὸν μὴ κατά·
σχητε (60). Ἀλλ’ ἐπαχθὴς ἡμῖν οὗτός ἐστι , φασὶν
(οἶδα. γὰρ ὐμῶν τοὺς ὐπ’ ὀδόντων γογγυσμούς, καὶ
συνεχῶς ὑμᾶς (Gl) στηρίζων ἐπὶ τοῦ βήματος)· ἑπι-
δουλεύει τοῖς εὐεργετουμένοις καὶ χρῄζουσιν. ’1δού
γὰρ οὐκέτι προησόμεθα δάνεισμα. Καὶ πῶς διάξου-
σιν οἱ στενούμενοι; ’Λξιοι τῶν πραγμάτων οἱ λόγοι,
πρέπουσα ὴ ἀντίρρησις τοῖς τῷ ζόφῳ τῶν χρημάτων
ὲσκοτωμένοις. Οὐτε γὰρ τὸ τῆς διανοίας κριτήριον
ἔχουσιν ἐρρωμένον, ὡς συνιέναι τῶν λεγομένων (62).
Πρὸς τούναντίον δὲ τῆς συμϐουλῆς τῶν νουθετούντων
ἀκούουσιν· ὡς γὰρ, ὲμοῦ λέγοντος, ἀπειλοῦσι τοῖς
δεομένοις μὴ χρῆναι δανείζειν, οὕτως ὐπογογγύζοντες
ἀπειλοῦσι τοῖς δεομένοις ἀποκλείσειν (65) τὰς θύρας.
Ἐγὼ πρῶτον μὲν τὸ δωρεῖσθαι κηρύσσω καὶ παραγ-
γέλλω. Ἔπειτα καὶ τὸ δανείζειν παρακαλῶ. Δεύτερον
γὰρ εἶδος δωρεᾶς δάνεισμα. [Ιοιεῖν δὲ τοῦτο μὴ μετά
τόκων μηδὲ πλεονασμῶν, ἀλλά καθὼς ἡμῖν 6 θεῖος
διετάξατο λόγος. Ὁμοίως γὰρ ἔνοχος τιμωρίᾳ , καὶ
ὁ μὴ διδοὺς δάνεισμα, καὶ 6 μετά τόκων διδούς.
Ἐπειδὴ τοῦ μὲν τὸ μισάνθρωπον, τοῦ δὲ τὸ κα-
πηλικὸν κατακέκριται. Οί δὲ πρὸς τὴν ἐναντίαν
αὐτομολοῦσιν ἀκρότητα, είς τὸ παντελὲς ἐφέξειν τὴν
δόσιν ἐπαγγελλόμενοι. Ἔστι δὲ τοῦτο ἀναιδὴς ἔνστα-
σις (64), πρὸς τὸ δίκαιον φιλονεικία μανιώδης, πρὸς
Θεὸν ἔρις καὶ πόλεμος. Ἢ γὰρ οὐ δώσω, φησιν, ἣ
δανείζων ἕντοκον θήσομαι τὸ συνάλλαγμα.
Πρὸς μὲν οὖν τοὺς τοκογλύφους ἱκανῶς 6 λόγος
διηγωνίσατο, καὶ αὐτάρκως μοι τὰ τῆς κατηγορίας ,
ιῦς ἐν δικαστηρίῳ, δείκνυται. Καὶ δοίη 6 Θεὸς αὐτοῖς
τοῦ κακοῦ μεταμέλειαν. Πρὸς δὲ τούς προχείρως
δανειζομένους καὶ τοῖς ἀγκίστροις τῶν τόκων prd».-
κινδύνως ἑαυτοὺς περιπείροντας, οὐδένα ποιήσομαι
λόγον, ἀρκεῖν αὐτοῖς κρίνας τὴν συμϐουλὴν, ἣν 6 θε-
σπέσιος Πατὴρ ἡμῶν Βασίλειος ὲν τῷ ἰδίῳ συγγράμ-
ματι σοφῶς ἐξεπόνησε, πλείονα πρὸς τοὺς ἀϐούλως
δανειζομένους, ἢ τοὺς πλεονεκτικῶς δανείζοντας
ποιησάμενος λόγον.
μέν πρῶτον μὲν τὸ δ. De particula μὲν falso repe-
tita v_..llast. Epist. crit. p.195 sqfed. Lips. ΚΓ.
Mox Men. a prima manu διακηρύὼω. ρυό deleto
correctoris manus margini apposuit κηρύσσω,
άίέῖῗῇξγῃξξοης ιιοη pbe ἔνστασις, scd "post δίκαιον
οη...

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.