PG 46, col. 453

ΠΕΡΙ ΦΙΑΟΠΤΩΧιΑΣ ΚΑΙ ΕΥΠΟΠΑΣ,
S. P.
σο τῆς Ἑκκλησίας ταύτης πρόεδροςν καὶ οῖ τῆςέ
ἀπλανοῦς εὐσεϐείας καὶ τῆς κατ’ ἀρετὴν πολιτείας
διδάσκαλοι, πολλὴν έχουσι πρὸς τοὺς γραμματιστὰς
καὶ τοὺς παιδευτὰς τῶν πρώτων στοιχείων τὴν ὁμοιό-
τητα. ’Ὠσπερ γὰρ ἐκεῖνοι τοὺς νηπίους καὶ ψελλι-
ζομένους ἔτι παῖδας παραίτῶν πατέρων δεξάμενοι,
οὐκ εὐθὺς ἐπὶ τὰ τελειότερα τῶν μαθημάτων ἄγουσιν,
ἀλλὰ πρότερον ὲν τῷ κηρῷ τὸ ἄλφα χαράξαντες. καὶ
τὰ ἑξῆς τῶν στοιχείων, τά τε ὀνόματα αὐτῶν εἰδέναι
’ διδάσκουσι, καὶ τοῖς τύποις τοῖς γραφεῖσιν ἐνασκοῢσι
τὴν χεῖρα · μετὰ δὲ τοῦτο ταῖς συλλαϐαῖς προϐιϐά-
ζουσι, καὶ τῶν ὀνομάτων ἑξῆς παιδεύουσι τὴν ὲκφώ-
νησιν · οὕτως καὶ τῆς ἐκκλησίας καθηγεμόνες τοῖς
στοιχ[ει]ώδεσι πρῶτον τῶν μαθημάτων προσάγοντες
τὸν ἀκροατὴν, παρέχουσι τῶν τελειωτέρων τὴν γνῶ-
σιν.
Ἐπειδὴ τοίνυν ὲν δύο ταῖς προλαϐοῦσαις ἡμέραις,
τῆς φάρυγγος καὶ τῆς γαστρὸς τὴν φιληδονίαν ἐσω-
φρονίσαμεν, μή με οίηθῆτε καὶ σήμερον τὰ συνήθη
λέξειν, ὡς καλὸν καταφρονῆσαι κρεῶν, καὶ ἀποσχέ-
σθαι τοῦ φιλογέλωτος οῐνου καὶ βακχευτοῦ· ἐπισχεῖν
δὲ τοὺς μαγείρους, καὶ πᾶσαν τοῦ οἰνοχόου τὴν χεῖρα
κάμνουσαν. Ταῦτα γὰρ ἐμοί τε ἱκανῶς εἴρηται, καὶ
ὑμεῖς διὰ τῶν πραγμάτων ἐνεργὸν τὴν συμϐουλὴν
ἐπεδείξασθε. Τὸ δὲ πρῶτον μάθημα ἀσκηθεῖσιν
[ἀσκούντων] ὑμῖν, καλὸν ὲκ προσαγωγῆς μεταδοῦναι
τῶν μειζόνων καὶ ἀνδρικωτέρων λοιπὸν διδαγμάτων.
hoc documentum excolitis, operae pretium est, ut ad ea vobis tradenda qua: majora gravioraque
sunt, progrediamur.
Ἐστι τοίνυν καὶ ἀσώματος νηστεία, καὶ ᾶῡλος ἐγ· C
κράτεια ἡ περὶ ψυχὴν στρεφομένη ἀποχὴ τῶν κακῶν ·
καὶ δι’ ἐκείνην ἡμῖν καὶ αὕτη ἐνομοθετήθη ἡ ἀποχὴ
τῶν βρωμάτων. Νηστεὺσατε τοίνυν ἀπὸ κακίας ἐγ-
(a)“Gt_-a:ce_edita e35- mss. Ctesareze Viennens. bibliothecae, et ex apographo ex Vaticana cxscrépto,
cura Γ. Jac. Sirtuondi correcta.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.